Bible verses about "bishop" | Stephanus

John 20:19-23

19 ουσης ουν οψιας τη ημερα εκεινη τη μια των σαββατων και των θυρων κεκλεισμενων οπου ησαν οι μαθηται συνηγμενοι δια τον φοβον των ιουδαιων ηλθεν ο ιησους και εστη εις το μεσον και λεγει αυτοις ειρηνη υμιν20 και τουτο ειπων εδειξεν αυτοις τας χειρας και την πλευραν αυτου εχαρησαν ουν οι μαθηται ιδοντες τον κυριον21 ειπεν ουν αυτοις ο ιησους παλιν ειρηνη υμιν καθως απεσταλκεν με ο πατηρ καγω πεμπω υμας22 και τουτο ειπων ενεφυσησεν και λεγει αυτοις λαβετε πνευμα αγιον23 αν τινων αφητε τας αμαρτιας αφιενται αυτοις αν τινων κρατητε κεκρατηνται

Ephesians 4:11

11 και αυτος εδωκεν τους μεν αποστολους τους δε προφητας τους δε ευαγγελιστας τους δε ποιμενας και διδασκαλους

Matthew 9:6-8

6 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου επι της γης αφιεναι αμαρτιας τοτε λεγει τω παραλυτικω εγερθεις αρον σου την κλινην και υπαγε εις τον οικον σου7 και εγερθεις απηλθεν εις τον οικον αυτου8 ιδοντες δε οι οχλοι εθαυμασαν και εδοξασαν τον θεον τον δοντα εξουσιαν τοιαυτην τοις ανθρωποις

1 Corinthians 11:1-2

1 μιμηται μου γινεσθε καθως καγω χριστου2 επαινω δε υμας αδελφοι οτι παντα μου μεμνησθε και καθως παρεδωκα υμιν τας παραδοσεις κατεχετε

Philippians 1:1

1 παυλος και τιμοθεος δουλοι ιησου χριστου πασιν τοις αγιοις εν χριστω ιησου τοις ουσιν εν φιλιπποις συν επισκοποις και διακονοις

Titus 1:5

5 τουτου χαριν κατελιπον σε εν κρητη ινα τα λειποντα επιδιορθωση και καταστησης κατα πολιν πρεσβυτερους ως εγω σοι διεταξαμην

Acts 14:23

23 χειροτονησαντες δε αυτοις πρεσβυτερους κατ εκκλησιαν προσευξαμενοι μετα νηστειων παρεθεντο αυτους τω κυριω εις ον πεπιστευκεισαν

2 Timothy 2:2

2 και α ηκουσας παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοις ανθρωποις οιτινες ικανοι εσονται και ετερους διδαξαι

1 Timothy 2:11-15

11 γυνη εν ησυχια μανθανετω εν παση υποταγη12 γυναικι δε διδασκειν ουκ επιτρεπω ουδε αυθεντειν ανδρος αλλ ειναι εν ησυχια13 αδαμ γαρ πρωτος επλασθη ειτα ευα14 και αδαμ ουκ ηπατηθη η δε γυνη απατηθεισα εν παραβασει γεγονεν15 σωθησεται δε δια της τεκνογονιας εαν μεινωσιν εν πιστει και αγαπη και αγιασμω μετα σωφροσυνης

1 Timothy 3:2

2 δει ουν τον επισκοπον ανεπιληπτον ειναι μιας γυναικος ανδρα νηφαλεον σωφρονα κοσμιον φιλοξενον διδακτικον

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.