Bible verses about "womanhood" | Brenton_Greek

Psalms 113:9

9 ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.

Genesis 1:27

27 Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατʼ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.

Psalms 68:11

11 Ὁ Θεὸς Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ,

Proverbs 18:22

22 Ὃς εὗρε γυναῖκα ἀγαθὴν, εὗρε χάριτας, ἔλαβε δὲ παρὰ Θεοῦ ἱλαρότητα· ὃς ἐκβάλλει γυναῖκα ἀγαθήν, ἐκβάλλει τὰ ἀγαθὰ, ὁ δὲ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής.

Genesis 3:16

16 17 Καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου· καὶ αὐτός σου κυριεύσει.

Proverbs 19:14

14 Οἶκον καὶ ὕπαρξιν μερίζουσι πατέρες παισί, παρὰ δὲ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί.

Proverbs 11:22

22 Ὥσπερ ἐνώτιον ἐν ρινὶ ὑὸς, οὕτως γυναικὶ κακόφρονι κάλλος.

Proverbs 31:10-31

10 Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. 11 Θάρσει ἐπʼ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς· ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· 12 Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. 13 Μηρυομένη ἔρια καὶ λινὸν, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. 14 Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. 15 Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. 16 Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. 17 Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. 18 Καὶ ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. 19 Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. 20 Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ.
21 Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ, πάντες γὰρ οἱ παρʼ αὐτῆς ἐνδεδυμένοι εἰσί. 22 Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. 23 Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίση ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. 24 Σινδόνας ἐποίησε καὶ ἀπέδοτο περιζώματα τοῖς Χαναναίοις· στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. 25 Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. 26 27 Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. 27 26 Τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως. 28 Ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. 29 Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν· σὺ δὲ ὑπέρκεισαι, καὶ ὑπερῇρας πάσας. 30 Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. 31 Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Proverbs 14:1

1 Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.