Bible verses about "woman" | Brenton_Greek

Genesis 2:18

18 Καὶ εἶπε Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατʼ αὐτόν.

Joshua 15:16-19

16 Καὶ εἶπε Χάλεβ, ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν πόλιν τῶν Γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Ἀσχὰν θυγατέρα μου εἰς γυναῖκα· 17 Καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφὸς Χάλεβ· ὁ ἔδωκεν αὐτῷ τὴν Ἀσχὰν θυγατέρα αὐτοῦ γυναῖκα. 18 Καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ, λέγουσα, αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου· καὶ εἶπεν αὐτῇ Χάλεβ, τί ἐστί σοι; 19 Καὶ εἶπεν αὐτῷ, δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Βοτθανίς· καὶ ἔδωκεν αὐτῇ τὴν Γολαιθλὰν τὴν ἄνω καὶ τὴν Γολαιθλὰν τὴν κάτω.

1 Samuel 25:31-35

31 καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῷον δωρεὰν, καὶ σῶσαι χεῖρα κυρίῳ μου αὐτῷ· καὶ ἀγαθώσαι Κύριος τῷ κυρίῳ μου, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ.
32 Καὶ εἶπε Δαυὶδ τῇ Ἀβιγαίᾳ, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἀπέστειλέ σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μοι, 33 καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα, καὶ σῶσαι χεῖρά μου ἐμοί. 34 Πλὴν ὅτι ζῇ Κύριος ὁ Θεὸς Ἰσραήλ, ὃς ἀπεκώλυσέ σε σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα, εἰ ὑπολειφθήσεται τῷ Νάβαλ ἕως φωτὸς τοῦ πρωῒ οὐρῶν πρὸς τοῖχον. 35 Καὶ ἔλαβε Δαυὶδ ἐκ χειρὸς αὐτῆς πάντα ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ, ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου, καὶ ἠρέτισα τὸ πρόσωπόν σου.

1 Samuel 25:16-20

16 Καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ, ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν, πάσας τὰς ἡμέρας ἃς ἤμεν παρʼ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον. 17 Καὶ νῦν γνῶθι καὶ ἴδε σὺ τί ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμὸς, καὶ οὐκ ἔστι λαλῆσαι πρὸς αὐτόν.
18 Καὶ ἔσπευσεν Ἀβιγαία καὶ ἔλαβε διακοσίους ἄρτους, καὶ δύο ἀγγεῖα οἴνου, καὶ πέντε πρόβατα πεποιημένα, καὶ πέντε οἰφὶ ἀλφίτου, καὶ γόμορ ἓν σταφίδος, καὶ διακοσίας παλάθας, καὶ ἔθετο ἐπὶ τοὺς ὄνους. 19 Καὶ εἶπε τοῖς παιδαρίοις αὐτῆς, προπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ, ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι· καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλε. 20 Καὶ ἐγενήθη, αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους, καὶ ἰδοὺ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς, καὶ ἀπήντησεν αὐτοῖς.

1 Samuel 25:39-42

39 Καὶ ἤκουσε Δαυὶδ, καὶ εἶπεν, εὐλογητὸς Κύριος, ὃς ἔκρινε τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Νάβαλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Νάβαλ ἀπέστρεψε Κύριος εἰς κεφαλὴν αὐτοῦ.
Καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐλάλησε περὶ Ἀβιγαίας, λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα. 40 Καὶ ἦλθον οἱ παῖδες Δαυὶδ πρὸς Ἀβιγαίαν εἰς Κάρμηλον, καὶ ἐλάλησαν αὐτῇ, λέγοντες, Δαυὶδ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ, λαβεῖν σε αὐτῷ εἰς γυναῖκα. 41 Καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον, καὶ εἶπεν, ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου. 42 Καὶ ἀνέστη Ἀβιγαία καὶ ἐπέβη ἐπί τὴν ὄνον, καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυὶδ, καὶ γίνεται αὐτῷ εἰς γυναῖκα.

Psalms 45:10-11

10 Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. 11 Ὅτι ἐπιθυμήσεν ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου.

Psalms 68:11

11 Ὁ Θεὸς Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ,

Ruth 3:11

11 Καὶ νῦν θύγατερ, μὴ φοβοῦ, πάντα ὅσα ἐὰν εἴπῃς ποιήσω σοι· οἶδε γὰρ πᾶσα φυλὴ λαοῦ μου ὅτι γυνὴ δυνάμεως εἶ σύ.

Proverbs 31:30

30 Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.