Bible verses about "teenagers" | Brenton_Greek

Genesis 4:7

7 Οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.

Ecclesiastes 12:1

1 Καὶ μνήσθητι τοῦ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου, ἕως ὅτου μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας, καὶ φθάσωσιν ἔτη ἐν οἷς ἐρεῖς, οὐκ ἔστι μοι ἐν αὐτοῖς θέλημα.

2 Chronicles 26:3

3 Υἱὸς ἑκκαίδεκα ἐτῶν ἐβασίλευσεν Ὀζίας, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἱερουσαλήμ.

2 Kings 15:2

2 Υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ πεντηκονταδύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἱεχελία ἐξ Ἱερουσαλήμ.

Isaiah 40:30-31

30 Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. 31 Οἱ δὲ ὑπομένοντες τὸν Θεὸν, ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουιν ὡς ἀετοὶ, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.