Bible verses about "sacrifice" | Brenton_Greek

Leviticus 17:11

11 Ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ ψυχῆς ἐξιλάσεται.

1 Samuel 15:22

22 Καὶ εἶπε Σαμουὴλ, εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν.

Psalms 51:16-17

16 Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 17 Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Psalms 40:6

6 Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας.

Genesis 22:2

2 Καὶ εἶπε, λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφʼ ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω.

Proverbs 21:3

3 Ποιεῖν δίκαια καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.

Hosea 6:6

6 Διότι ἔλεος θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.