Bible verses about "hunger" | Brenton_Greek

2 Chronicles 17:1-19

1 Καὶ ἐβασίλευσεν Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ, καὶ κατίσχυσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ἰσραήλ. 2 Καὶ ἔδωκε δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς, καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν πόλεσιν Ἐφραὶμ, ἃς προκατελάβετο Ἀσὰ ὁ πατὴρ αὐτοῦ. 3 Καὶ ἐγένετο Κύριος μετὰ Ἰωσαφὰτ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις, καὶ οὐκ ἐξεζήτησε τὰ εἴδωλα, 4 ἀλλὰ Κύριον τὸν Θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησε, καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη, καὶ οὐχ ὡς τὰ ἔργα τοῦ Ἰσραήλ. 5 Καὶ κατεύθυνε Κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἔδωκε πᾶς Ἰούδα δῶρα τῷ Ἰωσαφὰτ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή. 6 Καὶ ὑψώθη ἡ καρδία αὐτοῦ ἐν ὁδῷ Κυρίου, καὶ ἔτι εξῇρε τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα.
7 Καὶ ἐν τῷ ἔτει τρίτῳ τῆς βασιλείας αὐτοῦ ἀπέστειλε τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν Ἀβδιὰν, καὶ Ζαχαρίαν, καὶ Ναθαναὴλ, καὶ Μιχαίαν, τοῦ διδάσκειν ἐν πόλεσιν Ἰούδα. 8 Καὶ μετʼ αὐτῶν οἱ Λευῖται, Σαμαίας, καὶ Ναθανίας, καὶ Ζαβδίας, καὶ Ἀσιὴλ, καὶ Σεμιραμὼθ, καὶ Ἰωνάθαν, καὶ Ἀδωνίας, καὶ Τωβίας, καὶ Τωβαδωνίας, Λευῖται, καὶ οἱ μετʼ αὐτῶν Ἐλισαμὰ, καὶ Ἰωρὰμ, οἱ ἱερεῖς. 9 Καὶ ἐδίδασκον ἐν Ἰούδᾳ, καὶ μετʼ αὐτῶν βίβλος νόμου Κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐδίδασκον τὸν λαόν.
10 Καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς κύκλῳ Ἰούδα, καὶ οὐκ ἐπολέμουν πρὸς Ἰωσαφάτ. 11 Καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ἰωσαφὰτ δῶρα καὶ ἀργύριον καὶ δόματα· καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους. 12 Καὶ ἦν Ἰωσαφὰτ πορευόμενος μείζων ἕως εἰς ὕψος, καὶ ᾠκοδόμησεν ἐν τῇ Ἰουδαίᾳ οἰκήσεις καὶ πόλεις ὀχυράς. 13 Καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ἰουδαίᾳ· καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ἱερουσαλήμ.
14 Καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν· καὶ τῷ Ἰούδᾳ χιλίαρχοι, Ἔδνας ὁ ἄρχων, καὶ μετʼ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες· 15 Καὶ μετʼ αὐτὸν, Ἰωανὰν ὁ ἡγούμενος, καὶ μετʼ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες· 16 Καὶ μετʼ αὐτὸν Ἀμασίας ὁ τοῦ Ζαρί, ὁ προθυμούμενος τῷ Κυρίῳ, καὶ μετʼ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως. 17 Καὶ ἐκ τοῦ Βενιαμὶν δυνατὸς δυνάμεως καὶ Ἐλιαδὰ, καὶ μετʼ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες· 18 Καὶ μετʼ αὐτὸν Ἰωζαβὰδ, καὶ μετʼ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου. 19 Οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσι ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ἰουδαίᾳ.

Leviticus 26:1-46

1 Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα, οὐδὲ γλυπτὰ, οὐδὲ στήλην ἀναστήσετε ὑμῖν, οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. 2 Τὰ σάββατά μου φυλάξεσθε, καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι Κύριος. 3 Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιήσητε αὐτὰς, 4 καὶ δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν· 5 Καὶ καταλήψεται ὑμῖν ὁ ἁλοητὸς τὸν τρυγητὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον· καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν· καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν· 6 Καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν· καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν. 7 Καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμῶν, καὶ πεσοῦνται ἐναντίον ὑμῶν φόνῳ. 8 Καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατὸν, καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας· καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ. 9 Καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθʼ ὑμῶν. 10 Καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. 11 Καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, 12 καὶ ἐμπεριπατήσω ἐν ὑμῖν· καὶ ἔσομαι ὑμῶν Θεὸς, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. 13 Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὄντων ὑμῶν δούλων· καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν, καὶ ἤγαγον ὑμᾶς μετὰ παῤῥησίας.
14 Ἐὰν δέ μὴ ὑπακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, 15 ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν, ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, ὥστε διασκεδάσαι τήν διαθήκην μου, 16 καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν· καὶ ἐπιστήσω ἐφʼ ὑμᾶς τὴν ἀπορίαν, τήν τε ψώραν, καὶ τὸν ἴκτερα σφακελίζοντα τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν· καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμῶν. 17 Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφʼ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς. 18 Καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου, καὶ προσθήσω τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν. 19 Καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν σιδηροῦν, καὶ τὴν γῆν ὑμῶν ὡσεὶ χαλκῆν. 20 Καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν· καὶ οὐ δώσει ἡ γῆ ὑμῶν τὸν σπόρον αὐτῆς, καὶ τὸ ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ.
21 Καὶ ἐὰν μετὰ ταῦτα πορεύησθε πλάγιοι, καὶ μὴ βούλησθε ὑπακούειν μου, προσθήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμῶν. 22 Καὶ ἀποστελῶ ἐφʼ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ κατέδεται ὑμᾶς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσω ὑμᾶς, καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμῶν. 23 Καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευθῆτε, ἀλλὰ πορεύησθε πρός με πλάγιοι, 24 πορεύσομαι κἀγὼ μεθʼ ὑμῶν θυμῷ πλαγίῳ, καὶ πατάξω ὑμᾶς κἀγὼ ἑπτάκις ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν. 25 Καὶ ἐπάξω ἐφʼ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης, καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ παραδοθήσεσθε εἰς χεῖρας τῶν ἐχθρῶν. 26 Ἐν τῷ θλῖψαι ὑμᾶς σιτοδείᾳ ἄρτων, καὶ πέψουσι δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνί, καὶ ἀποδώσουσι τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ, καὶ φάγεσθε, καὶ οὐ μὴ ἐμπλησθῆτε.
27 Ἐὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου, καὶ πορεύησθε πρός με πλάγιοι, 28 καὶ αὐτὸς πορεύσομαι μεθʼ ὑμῶν ἐν θυμῷ πλαγίῳ, καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν. 29 Καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν, καὶ τὰς σάρκας τῶν θυγατέρων ὑμῶν φάγεσθε. 30 Καὶ ἐρημώσω τὰς στήλας ὑμῶν, καὶ ἐξολοθρεύσω τὰ ξύλινα χειροποίητα ὑμῶν, καὶ θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν, καὶ προσοχθιεῖ ἡ ψυχή μου ὑμῖν. 31 Καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους, καὶ ἐξερημώσω τὰ ἅγια ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν. 32 Καὶ ἐξερημώσω ἐγὼ τὴν γῆν ὑμῶν, καὶ θαυμάσονται ἐπʼ αὐτῇ οἱ ἐχθροὶ ὑμῶν, οἱ ἐνοικοῦντες ἐν αὐτῇ. 33 Καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη, καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα, καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος, καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι. 34 Τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς, καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν· τότε σαββατιεῖ ἡ γῆ, καὶ εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς 35 πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς· σαββατιεῖ ἃ οὐκ ἐσαββάτισεν ἐν τοῖς σαββάτοις ὑμῶν, ἡνίκα κατῳκεῖτε αὐτήν. 36 Καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δουλείαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· καί διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου, καὶ πεσοῦνται οὐδενὸς διώκοντος. 37 Καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ, οὐδενὸς κατατρέχοντος· καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν. 38 Καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσι, καὶ κατέδεται ὑμᾶς ἡ γῆ τῶν ἐχθρῶν ὑμῶν. 39 Καὶ οἱ καταλειφθέντες ἀφʼ ὑμῶν, καταφθαρήσονται διὰ τὰς ἁμαρτίας αὐτῶν, καὶ διὰ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν· ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται.
40 Καὶ ἐξαγορεύσουσι τὰς ἁμαρτίας αὐτῶν, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν, ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με, καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι, 41 καὶ ἐγὼ ἐπορεύθην μετʼ αὐτῶν ἐν θυμῷ πλαγίῳ· καὶ ἀπολῷ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· τότε ἐντραπήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος, καὶ τότε εὐδοκήσουσι τὰς ἁμαρτίας αὐτῶν. 42 Καὶ μνησθήσομαι τῆς διαθήκης Ἰακὼβ, καὶ τῆς διαθήκης Ἰσαὰκ, καὶ τῆς διαθήκης Ἁβραὰμ μνησθήσομαι.
43 Καὶ τῆς γῆς μνησθήσομαι, καὶ ἡ γῆ ἐγκαταλειφθήσεται ἀπʼ αὐτῶν· τότε προσδέξεται ἡ γῆ τὰ σάββατα αὐτῆς, ἐν τῷ ἐρημωθῆναι αὐτὴν διʼ αὐτούς· καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας, ἀνθʼ ὧν τὰ κρίματά μου ὑπερεῖδον, καὶ τοῖς προστάγμασί μου προσώχθισαν τῇ ψυχῇ αὐτῶν. 44 Καὶ οὐδʼ ὡς ὄντων αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν, οὐχ ὑπερεῖδον αὐτοὺς, οὐδὲ προσώχθισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτοὺς τοῦ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν. 45 Καί μνησθήσομαι διαθήκης αὐτῶν τῆς προτέρας, ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας ἔναντι τῶν ἐθνῶν, τοῦ εἶναι αὐτῶν Θεός· ἐγώ εἰμι Κύριος. 46 Ταῦτα τὰ κρίματά μου, καὶ τὰ προστάγματά μου, καὶ ὁ νόμος, ὃν ἔδωκε Κύριος ἀναμέσον αὐτοῦ καὶ ἀναμέσον τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ ὄρει Σινά ἐν χειρὶ Μωυσῆ.

Deuteronomy 28:47-48

47 ἀνθʼ ὧν οὐκ ἐλάτρευσας Κυρίῳ τῷ Θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ διανοίᾳ διὰ τὸ πλῆθος πάντων.
48 Καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οὓς ἐξαποστελεῖ Κύριος ἐπὶ σέ, ἐν λιμῷ, καὶ ἐν δίψει, καὶ ἐν γυμνότητι, καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσῃ κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολοθρεύσῃ σε.

Proverbs 22:9

9 Ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκε τῷ πτωχῷ· νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δοὺς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.

Deuteronomy 28:1-68

1 Καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω ἐπὶ πάντα τὰ ἔθνη τῆς γῆς, 2 καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται, καὶ εὑρήσουσί σε· ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, 3 εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ. 4 Εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, καὶ τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου. 5 Εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου. 6 Εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
7 Παραδῷ Κύριος ὁ Θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου. 8 Ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου, καὶ ἐπὶ πάντα οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. 9 Ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου· ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ πορευθῇς ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, 10 καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι τὸ ὄνομα Κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε. 11 Καὶ πληθυνεῖ σε Κύριος ὁ Θεός σου εἰς ἀγαθὰ ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου, καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου, καὶ ἐπὶ τοῖς γεννήμασι τῆς γῆς σου, ἐπὶ τῆς γῆς σου ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι.
12 Ἀνοίξαι σοι Κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανὸν, δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ· εὐλογήσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου· καὶ δανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειῇ· καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι. 13 Καταστήσαι σε Κύριος ὁ Θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐρὰν, καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν. 14 Οὐ παραβήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν, ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς.
15 Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσεσθαι πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται, καὶ καταλήψονταί σε. 16 Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ. 17 Ἐπικατάρατοι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου. 18 Ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου. 19 Ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
20 Ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου, ἕως ἂν ἐξολοθρεύσῃ σε, καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐγκατέλιπές με. 21 Προσκολλήσαι Κύριος εἰς σὲ τὸν θάνατον, ἕως ἂν ἐξαναλώσῃ σε ἀπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν. 22 Πατάξαι σε Κύριος ἐν ἀπορίᾳ, καὶ πυρετῷ, καὶ ῥίγει, καὶ ἐρεθισμῷ, καὶ ἀνεμοφθορίᾳ, καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε ἕως ἂν ἀπολέσωσί σε. 23 Καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ. 24 Δῴη Κύριος ὁ Θεός σου τὸν ὑετὸν τῆς γῆς σου κονιορτόν, καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται, ἕως ἂν ἐκτρίψῃ σε, καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει. 25 Δῴη σε Κύριος ἐπι κοπὴν ἐναντίον τῶν ἐχθρῶν· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ διασπορὰ ἐν πάσαις βασιλείαις τῆς γῆς. 26 Καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν. 27 Πατάξαι σε Κύριος ἕλκει Αἰγυπτίῳ εἰς τὴν ἕδραν, καὶ ψώρᾳ ἀγρίᾳ, καὶ κνήφῃ, ὥστε μὴ δύνασθαί σε ἰαθῆναι. 28 Πατάξαι σε Κύριος παραπληξίᾳ, καὶ ἀορασίᾳ, καὶ ἐκστάσει διανοίας. 29 Καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας, ὡσεί τις ψηλαφήσαι τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος, καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν.
30 Γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν· οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις, καὶ οὐ μὴ τρυγήσῃς αὐτόν. 31 Ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ· ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ, καὶ οὐκ ἀποδοθήσεταί σοι· τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν. 32 Οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ, καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά· οὐκ ἰσχύσει ἡ χείρ σου· 33 Τὰ ἐκφόρια τῆς γῆς σου, καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος, ὃ οὐκ ἐπίστασαι· καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας· 34 Καὶ ἔσῃ παράκλητος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου, ἃ βλέψῃ.
35 Πατάξαι σε Κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας, ὥστε μὴ δύνασθαι ἰαθῆναί σε ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου.
36 Ἀπαγάγοι Κύριός σε καὶ τοὺς ἄρχοντάς σου, οὓς ἂν καταστήσῃς ἐπὶ σεαυτὸν, ἐπʼ ἔθνος ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις ξύλοις καὶ λίθοις. 37 Καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε Κύριος ἐκεῖ.
38 Σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον, καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς· 39 Ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ, καὶ οἶνον οὐ πίεσαι οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ, ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ. 40 Ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ ἔλαιον οὐ χρίσῃ, ὅτι ἐκρυήσεται ἡ ἐλαία σου. 41 Υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί· ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ. 42 Πάντα τὰ ξύλινά σου, καὶ τὰ γεννήματα τῆς γῆς σου ἐξαναλώσει ἡ ἐρισύβη. 43 Ὁ προσήλυτος, ὅς ἐστιν ἐν σοί, ἀναβήσεται ἄνω ἄνω, σὺ δὲ καταβήσῃ κάτω κάτω. 44 Οὗτος δανειεῖ σοι, σὺ δὲ τούτῳ οὐ δανειεῖς· οὗτος ἔσται κεφαλή, σὺ δὲ ἔσῃ οὐρά.
45 Καὶ ἐλεύσονται ἐπί σὲ πᾶσαι αἱ κατάραι αὗται, καὶ καταδιώξονταί σε, καὶ καταλήψονταί σε, ἕως ἂν ἐξολοθρεύσῃ σε, καὶ ἓως ἂν ἀπολέσῃ σε· ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάξαι τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι. 46 Καὶ ἔσται ἐν σοὶ σημεῖα, καὶ τέρατα ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος, 47 ἀνθʼ ὧν οὐκ ἐλάτρευσας Κυρίῳ τῷ Θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ διανοίᾳ διὰ τὸ πλῆθος πάντων.
48 Καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οὓς ἐξαποστελεῖ Κύριος ἐπὶ σέ, ἐν λιμῷ, καὶ ἐν δίψει, καὶ ἐν γυμνότητι, καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσῃ κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολοθρεύσῃ σε. 49 Ἐπάξει ἐπὶ σὲ Κύριος ἔθνος μακρόθεν ἀπʼ ἐσχάτου τῆς γῆς ὡσεί ὅρμημα ἀετοῦ, ἔθνος ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ, 50 ἔθνος ἀναιδὲς προσώπῳ, ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου, καὶ νέον οὐκ ἐλεήσει. 51 Καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, ὥστε μὴ καταλιπεῖν σοι σῖτον, οἶνον, ἔλαιον, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἕως ἂν ἀπολέσῃ σε. 52 Καὶ ἐκτρίψῃ σε ἐν ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφʼ οἷς σὺ πέποιθας ἐπʼ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου· καὶ θλίψει σε ἐν ταῖς πόλεσί σου, αἷς ἔδωκέ σοι. 53 Καὶ φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέ σοι, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου.
54 Ὁ ἁπαλὸς ὁ ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα, βασκανεῖ τῷ ὀφθαλμῷ αὐτοῦ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὴν γυναῖκα τὴν ἐν τῷ κόλπῳ αὐτοῦ, καὶ τὰ καταλελειμμένα τέκνα, ἃ ἂν καταλειφθῇ αὐτῷ, 55 ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ, ὧν ἂν κατέσθῃ, διὰ τὸ μὴ καταλειφθῆναι αὐτῷ οὐδὲν ἐν τῇ στενοχωρίᾳ σου, καὶ ἐν τῇ θλίψει σου, ᾗ ἂν θλίψωσί σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσί σου.
56 Καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερὰ, ἧς οὐχὶ πεῖραν ἔλαβεν ὁ ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα, βασκανεῖ τῷ ὀφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς τὸν ἐν κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς, 57 καὶ τὸ κόριον αὐτῆς τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς, καὶ τὸ τέκνον αὐτῆς ὃ ἐὰν τέκῃ· καταφάγεται γὰρ αὐτὰ διά τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου, καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν ταῖς πόλεσί σου, 58 ἐὰν μὴ εἰσακούσῃς ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον τὸ θαυμαστὸν τοῦτο, ΚΥΡΙΟΝ τὸν ΘΕΟΝ σου. 59 Καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου, καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστὰς, καὶ νόσους πονηρὰς καὶ πιστάς. 60 Καὶ ἐπιστρέψει πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί. 61 Καὶ πᾶσαν μαλακίαν, καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην, καὶ πᾶσαν τὴν γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐπάξει Κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολοθρεύσῃ σε. 62 Καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ, ἀνθʼ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου.
63 Καὶ ἔσται ὃν τρόπον εὐφράνθη Κύριος ἐφʼ ὑμῖν εὖ ποιῆσαι ὑμᾶς, καὶ πληθῦναι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφʼ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς· καὶ ἐξαρθήσεσθε ἐν τάχει ἀπὸ τῆς γῆς, εἰς ἣν εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν. 64 Καὶ διασπερεῖ σε Κύριος ὁ Θεός σου εἰς πάντα τὰ ἔθνη, ἀπʼ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις, οὕς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου. 65 Ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδʼ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου· καὶ δώσει σοι Κύριος ἐκεῖ καρδίαν ἑτέραν ἀπειθοῦσαν, καὶ ἐκλείποντας ὀφθαλμοὺς, καὶ τηκομένην ψυχήν. 66 Καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου· καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου. 67 Τὸ πρωῒ ἐρεῖς, πῶς ἂν γένοιτο ἑσπέρα· καὶ τὸ ἑσπέρας ἐρεῖς, πῶς ἂν γένοιτο πρωΐ· ἀπὸ τοῦ φόβου τῆς καρδίας σου ἃ φοβηθήση, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ὧν ὄψῃ. 68 Καὶ ἀποστρέψει σε Κύριος εἰς Αἴγυπτον ἐν πλοίοις, καὶ ἐν τῇ ὁδῷ ᾗ εἶπα, οὐ προσθήσῃ ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ οὐκ ἔσται ὁ κτώμενος.

Psalms 22:26

26 Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.