Bible verses about "elohim" | Brenton_Greek

Psalms 2:7

7 διαγγέλλων τὸ πρόσταγμα Κυρίου· Κύριος εἶπε πρὸς μὲ, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.

Isaiah 9:6

6 Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελός· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγίειαν αὐτῷ.

Deuteronomy 6:4

4 Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι.

Psalms 110:1

1 Ψαλμὸς τῷ Δαυίδ.
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Genesis 1:1

1 ἘΝ ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.

Genesis 1:26

26 Καὶ εἶπεν ὁ Θεὸς, ποιήσωμεν ἄνθρωπον κατʼ εἰκόνα ἡμετέραν καὶ καθʼ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ γῆς γῆς.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.