Bible verses about "counseling" | Brenton_Greek

Psalms 119:24

24 Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.

Proverbs 1:1-3

1 ΠΑΡΟΙΜΙΑΙ Σολομῶντος υἱοῦ Δαυὶδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραὴλ· 2 γνῶναι σοφίαν καὶ παιδείαν, νοῆσαί τε λόγους φρονήσεως, 3 δέξασθαί τε στροφὰς λόγων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ, καὶ κρίμα κατευθύνειν·

Proverbs 12:15

15 Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός.

Proverbs 27:9

9 Μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία, καταῤῥήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.

Proverbs 11:14

14 Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥπερ φύλλα, σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.

Proverbs 12:18

18 Εἰσὶν οἳ λέγοντες τιτρώσκουσι, μαχαίρᾳ· γλῶσσαι δὲ σοφῶν ἰῶνται.

Proverbs 20:5

5 Ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρὸς, ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν.

Proverbs 13:10

10 Κακὸς μεθʼ ὕβρεως πράσσει κακὰ, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.

Proverbs 15:22

22 Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.