Bible verses about "contentment" | Brenton_Greek

Proverbs 3:5

5 Ἴσθι πεποιθὼς, ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ Θεῷ, ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου.

Proverbs 30:8-9

8 Μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον, πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, σύνταξόν δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη· 9 ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι, καὶ εἴπω, τίς με ὁρᾶ; ἢ πενηθεὶς κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ.

Isaiah 26:3

3 ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην· ὅτι ἐπὶ σοὶ ἐλπίδι

Psalms 37:3-5

3 Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. 4 Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. 5 Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπʼ αὐτὸν, καὶ αὐτὸς ποιήσει.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.