Bible verses about "shouting" | BGB

Luke 17:15

15 Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν,

Revelation 5:12-14

12 λέγοντες φωνῇ μεγάλῃ “Ἄξιόν* ἐστιν τὸ Ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.”13 Καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης 〈ἐστίν〉, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας “Τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ Ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.”14 Καὶ τὰ τέσσαρα ζῷα ἔλεγον “Ἀμήν,” καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.

Luke 19:37-41

37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,38 λέγοντες “Εὐλογημένος ὁ ἐρχόμενος, ὁ Βασιλεὺς ἐν ὀνόματι Κυρίου·” “Ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις.”39 Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν “Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.”40 Καὶ ἀποκριθεὶς εἶπεν “Λέγω ὑμῖν ‹ὅτι› ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.”41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ αὐτήν,

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.