Bible verses about "jericho" | BGB

Mark 10:46-52

46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν.47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν “Υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν με.”48 Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν “Υἱὲ Δαυίδ, ἐλέησόν με.”49 Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν Φωνήσατε αὐτόν. Καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ “Θάρσει, ἔγειρε, φωνεῖ σε.”50 Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν.51 Καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν “Τί σοι θέλεις ποιήσω;” Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ “Ραββουνι, ἵνα ἀναβλέψω.”52 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ “Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε.” καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.

Luke 19:1-9

1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.2 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ αὐτὸς πλούσιος·3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.4 καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.5 Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν “Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.”6 Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι “Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.”8 Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν Κύριον “Ἰδοὺ τὰ ἡμίσιά* μου τῶν ὑπαρχόντων, Κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.”9 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι “Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·

Hebrews 11:30

30 Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.