Bible verses about "homelessness" | BGB

Matthew 25:35-36

35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.’

Matthew 25:40-45

40 Καὶ ἀποκριθεὶς ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς ‘Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.’41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων ‘Πορεύεσθε ἀπ’ ἐμοῦ ‹οἱ› κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, (καὶ) ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.’44 Τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες ‘Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;’45 Τότε ἀποκριθήσεται αὐτοῖς λέγων ‘Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.’

Luke 3:10-11

10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες “Τί οὖν ποιήσωμεν;”11 Ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς “Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.”

Luke 6:20-21

20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν “Μακάριοι οἱ πτωχοί, Ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.21 Μακάριοι οἱ πεινῶντες νῦν, Ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, Ὅτι γελάσετε.

Matthew 8:20

20 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς “Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.”

Matthew 25:35

35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.