Bible verses about "blindness" | BGB

Matthew 13:13-16

13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ‘Ὅτι βλέποντες οὐ βλέπουσιν Καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν.’14 Καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα ‘Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, Καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.15 Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, Καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, Καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· Μή‿ ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς Καὶ τοῖς ὠσὶν ἀκούσωσιν Καὶ τῇ καρδίᾳ συνῶσιν Καὶ ἐπιστρέψωσιν, Καὶ ἰάσομαι αὐτούς.’16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.

Matthew 15:14

14 ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοί τυφλῶν τυφλὸς· δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.”

Ephesians 5:8

8 Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,—

1 John 2:11

11 ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.