Bible verses about "africa" | BGB

Acts 10:34-35

34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν “Ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ Θεός,35 ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν·

Acts 8:27-31

27 καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ,28 ἦν τε* ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν.29 Εἶπεν δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ “Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.”30 Προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαΐαν τὸν προφήτην, καὶ εἶπεν “Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;”31 Ὁ δὲ εἶπεν “Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με;” παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.