Acts 4:25-28

f35(i) 25 ο δια στοματος δαυιδ παιδος σου ειπων ινα τι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα 26 παρεστησαν οι βασιλεις της γης και οι αρχοντες συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου 27 συνηχθησαν γαρ επ αληθειας επι τον αγιον παιδα σου ιησουν ον εχρισας ηρωδης τε και ποντιος πιλατος συν εθνεσιν και λαοις ισραηλ 28 ποιησαι οσα η χειρ σου και η βουλη σου προωρισεν γενεσθαι