Galatians 3:5 Cross References - SBLGNT

5 ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;

Acts 14:3

3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι ⸀τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.

Acts 14:9-10

9 οὗτος ⸀ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ⸂ἔχει πίστιν⸃ τοῦ σωθῆναι10 εἶπεν ⸀μεγάλῃ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ⸀ὀρθός· καὶ ⸀ἥλατο καὶ περιεπάτει.

Acts 19:11-12

11 Δυνάμεις τε οὐ τὰς τυχούσας ⸂ὁ θεὸς ἐποίει⸃ διὰ τῶν χειρῶν Παύλου,12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ⸀ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ⸀ἐκπορεύεσθαι.

Romans 15:19

19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει ⸀πνεύματος· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,

1 Corinthians 1:4-5

4 Εὐχαριστῶ τῷ θεῷ ⸀μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,

1 Corinthians 12:10

10 ⸀ἄλλῳ ἐνεργήματα δυνάμεων, ⸁ἄλλῳ προφητεία, ⸀1ἄλλῳ διακρίσεις πνευμάτων, ⸀ἑτέρῳ γένη γλωσσῶν, ⸀2ἄλλῳ ἑρμηνεία γλωσσῶν·

2 Corinthians 3:8

8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;

2 Corinthians 10:4

4 τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων—λογισμοὺς καθαιροῦντες

2 Corinthians 12:12

12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ⸀ὑπομονῇ, σημείοις ⸀τε καὶ τέρασιν καὶ δυνάμεσιν.

2 Corinthians 13:3

3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν,

Galatians 3:2

2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.