Acts 28:6 Cross References - SBLGNT

6 οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, ⸀μεταβαλόμενοι ἔλεγον ⸂αὐτὸν εἶναι θεόν⸃.

Matthew 21:9

9 οἱ δὲ ὄχλοι οἱ προάγοντες ⸀αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Matthew 27:22

22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; ⸀λέγουσιν πάντες· Σταυρωθήτω.

Acts 12:22

22 ὁ δὲ δῆμος ἐπεφώνει· ⸂Θεοῦ φωνὴ⸃ καὶ οὐκ ἀνθρώπου.

Acts 14:11-13

11 οἵ ⸀τε ὄχλοι ἰδόντες ὃ ⸀ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς12 ἐκάλουν τε ⸀τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.13 ὅ ⸀τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς ⸀πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.