Psalms 89:11 Cross References - Brenton_Greek

11 Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ, τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας.

Genesis 1:1

1 ἘΝ ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.

Genesis 2:1

1 Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν.

1 Chronicles 29:11

11 Σοί Κύριε ἡ μεγαλωσύνη, καὶ ἡ δύναμις, καὶ τὸ καύχημα, καὶ ἡ νίκη, καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις· ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς, καὶ ἔθνος.

Job 41:11

11 Ἢ τίς ἀντιστήσεταί μοι, καὶ ὑπομενεῖ; εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν,

Psalms 24:1-2

1 Ψαλμὸς τῷ Δαυίδ τῆς μιᾶς Σαββάτου.
Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 2 Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.

Psalms 50:12

12 Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω, ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.

Psalms 115:16

16 Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.