Psalms 46:6 Cross References - Brenton_Greek

6 Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.

Joshua 2:9

9 καὶ εἶπε πρὸς αὐτοὺς, ἐπίσταμαι ὅτι ἔδωκεν ὑμῖν Κύριος τὴν γῆν· ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφʼ ἡμᾶς.

Joshua 2:11

11 Καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν· ὅτι Κύριος ὁ Θεὸς ὑμῶν, Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.

Joshua 2:24

24 Καὶ εἶπαν πρὸς Ἰησοῦν, ὅτι παραδέδωκε Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηχε πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφʼ ἡμῶν.

2 Chronicles 14:9-13

9 Καὶ ἐξῆλθεν ἐπʼ αὐτοὺς Ζαρὲ ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισά. 10 Καὶ ἐξῆλθεν Ἀσὰ εἰς συνάντησιν αὐτῷ, καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βοῤῥᾶν Μαρισά. 11 Καὶ ἐβόησεν Ἀσὰ πρὸς Κύριο Θεὸν αὐτοῦ, καὶ εἶπε, Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν, καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· Κύριε ὁ Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος. 12 Καὶ ἐπάταξε Κύριος τοὺς Αἰθίοπας ἐναντίον Ἰούδα, καὶ ἔφυγον Αἰθίοπες, 13 καὶ κατεδίωξεν αὐτοὺς Ἀσὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ· καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ, καὶ ἐσκύλευσαν σκῦλα πολλά.

2 Chronicles 20:1

1 Καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωὰβ, καὶ υἱοὶ Ἀμμὼν, καὶ μετʼ αὐτῶν ἐκ τῶν Μιναίων πρὸς Ἰωσαφὰτ εἰς πόλεμον.

2 Chronicles 20:20-24

20 Καὶ ὤρθρισαν πρωῒ, καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωέ· καὶ ἐν τῷ ἐξελθεῖν αὐτοὺς, ἔστη Ἰωσαφὰτ καὶ ἐβόησε, καὶ εἶπεν, ἀκούσατέ μου Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· ἐμπιστεύσατε ἐν Κυρίῳ Θεῷ ἡμῶν, καὶ ἐμπιστευθήσεσθε· ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε. 21 Καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ, καὶ ἔστησε ψαλτῳδοὺς καὶ αἰνοῦντας, ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως, καὶ ἔλεγον, ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
22 Καὶ ἐν τῷ ἄρξασθαι αὐτοὺς τῆς αἰνέσεως καὶ τῆς ἐξομολογήσεως, ἔδωκε Κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ Ἰούδαν, καὶ ἐτροπώθησαν. 23 Καὶ ἀνέστησαν οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηεὶρ, ἐξολοθρεῦσαι καὶ ἐκτρῖψαι αὐτούς· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηεὶρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολοθρευθῆναι.
24 Καὶ Ἰούδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου, καὶ ἐπέβλεψε, καὶ εἶδε τὸ πλῆθος· καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς, οὐκ ἦν σωζόμενος.

Psalms 2:1-4

1 Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 2 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπιτοαυτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. 3 Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφʼ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
4 Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.

Psalms 18:13

13 Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ.

Psalms 68:8

8 γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ.

Psalms 68:33

33 Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.

Psalms 83:2-8

2 Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν· καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν. 3 Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. 4 Εἶπαν, δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. 5 Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπιτοαυτό, κατὰ σοῦ διαθήκην διέθεντο· 6 τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοί, 7 Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. 8 Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετʼ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ· διάψαλμα.

Psalms 97:5

5 τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.

Isaiah 8:9-10

9 Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. 10 Καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθʼ ἡμῶν ὁ Θεὸς.

Isaiah 14:12-16

12 Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. 13 Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς Βοῤῥᾶν, 14 ἀναβήσομαι ἐπάνω τῶν νεφῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. 15 Νῦν δὲ εἰς ᾅδην καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. 16 Οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ, καὶ ἐροῦσιν, οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς,

Isaiah 37:21-36

21 Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν, καὶ εἶπεν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἤκουσα ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων. 22 Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεὸς, ἐφαύλισέ σε, καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιὼν, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ. 23 Τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραήλ; 24 Ὅτι διʼ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας, τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρος τοὺς δρυμοῦ, 25 καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.
26 Οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς, καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς. 27 Ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων, καὶ ὡς ἄγρωστις. 28 Νῦν δὲ τὴν ἀνάπαυσίν σου, καὶ τὴν ἔξοδόν σου, καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι. 29 Ὁ δὲ θυμός σου ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρὸς μὲ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.
30 Τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. 31 Καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω· 32 ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι, καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα. 33 Διατοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων, οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπὶ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπʼ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπʼ αὐτὴν χάρακα. 34 Ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ· τάδε λέγει Κύριος. 35 Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν διʼ ἐμὲ, καὶ διὰ Δαυὶδ τὸν παῖδά μου.
36 Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· καὶ ἀναστάντες τοπρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά.

Isaiah 64:1-2

1 Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, 2 ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται,

Jeremiah 25:30

30 Καὶ σὺ προφητεύσεις ἐπʼ αὐτοὺς τοὺς λόγους τούτους, καὶ ἐρεῖς, Κύριος ἀφʼ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ, λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ· καὶ οὕδε ὥσπερ τρυγῶντες ἀποκριθήσονται· καὶ ἐπὶ καθημένους τὴν γῆν ἥκει ὄλεθρος

Joel 2:11

11 Καὶ Κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστι σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα Κυρίου, ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;

Amos 1:2

2 Καὶ εἶπε, Κύριος ἐκ Σιὼν ἐφθέγξατο, καὶ ἐξ Ἱερουσαλὴμ ἔδωκε φωνὴν αὐτοῦ· καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου.

Amos 9:5

5 Καὶ Κύριος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς, καὶ σαλεύων αὐτὴν, καὶ πενθήσουσι πάντες οἱ κατοικοῦντες αὐτὴν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.

Amos 9:13

13 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ καταλήψεται ὁ ἀμητὸς τὸν τρυγητὸν, καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται.

Micah 1:4

4 καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡςεὶ κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει.
5 Τὰ ὄρη ἐσείσθησαν ἀπʼ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν· καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.

Habakkuk 3:5-6

5 Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδία· 6 κατὰ πόδας αὐτοῦ ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ· ἐπέβλεψε, καὶ διετάκη ἔθνη· διεβρύθη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι πορείας αἰωνίας αὐτοῦ.

Habakkuk 3:10-11

10 Ὄψονταί σε, καὶ ὠδινήσουσι λαοὶ, σκορπίζων ὕδατα πορείας· ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. 11 Ἐπῄρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς· εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.