Psalms 124:3 Cross References - Brenton_Greek

3 ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφʼ ἡμᾶς,

Numbers 16:30-34

30 Ἀλλʼ ἢ ἐν φάσματι δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς, καὶ τοὺς οἴκους αὐτῶν, καὶ τὰς σκηνὰς αὐτῶν, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε, ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν Κύριον.
31 Ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐῤῥάγη ἡ γῆ ὑποκάτω αὐτῶν. 32 Καὶ ἠνοίχθη ἡ γῆ, καὶ κατέπιεν αὐτοὺς, καὶ τοὺς οἴκους αὐτῶν, καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορὲ, καὶ τὰ κτήνη αὐτῶν. 33 Καὶ κατέβησαν αὐτοὶ, καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς. 34 Καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες, μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ.

1 Samuel 20:30-33

30 Καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωνάθαν σφόδρα, καὶ εἶπεν αὐτῷ, υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου, καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου; 31 ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος. 32 Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ, ἱνατί ἀποθνήσκει; τί πεποίηκε; 33 Καὶ ἐπῇρε Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν· καὶ ἔγνω Ἰωνάθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυίδ.

Esther 3:6

6 καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν Ἀρταξέρξου βασιλείαν Ἰουδαίους.

Esther 3:12-13

12 Καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ, καὶ ἔγραψαν ὡς ἐπέταξεν Ἀμάν τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσι κατὰ πᾶσαν χώραν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ταῖς ἑκατὸν εἰκοσιεπτὰ χώραις, τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν, διὰ Ἀρταξέρξου τοῦ βασιλέως. 13 Καὶ ἀπεστάλη διὰ βιβλιοφόρων εἰς τὴν Ἀρταξέρξου βασιλείαν, ἀφανίσαι τὸ γένος τῶν Ἰουδαίων ἐν ἡμέρᾳ μιᾶ μηνὸς δωδεκάτου, ὅς ἐστιν Ἀδὰρ, καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν.
“Τῆς δὲ ἐπιστολῆς ἐστι τὸ ἀντίγραφον τόδε. Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει. Πολλῶν ἐπάρξας ἐθνῶν, καὶ πάσης ἐπικρατήσας οἰκουμένης, ἐβουλήθην, μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος, ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων τοὺς τῶν ὑποτεταγμένων ἀκυμάντους διαπαντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος, ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην. Πυθομένου δέ μου τῶν συμβούλων, πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας, ὁ σωφροσύνῃ παρʼ ἡμῖν διενέγκας, καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος, καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος Ἀμὰν, ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμεῖχθαι δυσμενῆ λαόν τινα, τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος, τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα, πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφʼ ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν. Διειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διαπαντὸς ἀνθρώπῳ κείμενον, διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον, καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασι τὰ χείριστα συντελοῦν κακὰ, καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν· προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Ἀμὰν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων, καὶ δευτέρου πατρὸς ἡμῶν, πάντας σὺν συναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλοῤῥιζεὶ, ταῖς τῶν ἐχθρῶν μαχαίραις, ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς ᾌδαρ, τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες, εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα.”

Psalms 27:2

2 Ἐν τῷ ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.

Psalms 35:25

25 Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν, εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποιεν, κατεπίομεν αὐτόν.

Psalms 56:1-2

1 Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, τῷ Δαυὶδ εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.
Ἐλεήσον με ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. 2 Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ἀπὸ ὕψους ἡμέρας, ὅτι πολλοὶ οἱ πολεμοῦντες με.

Psalms 57:3

3 Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με· ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ,

Psalms 74:8

8 Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, ἡ συγγένεια αὐτῶν ἐπιτοαυτό, δεῦτε, καὶ καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς.

Psalms 76:10

10 Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.

Psalms 83:4

4 Εἶπαν, δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι.

Proverbs 1:12

12 καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα, καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς,

Jeremiah 51:34

34 Κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκεῦος λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέ με, ὡς δράκων, ἔπλησε τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου.

Daniel 3:19

19 Τότε Ναβουχοδονόσορ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ.

Jonah 1:17

17 Καὶ προσέταξε Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.