Psalms 118:9 Cross References - Brenton_Greek

9 Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπʼ ἄρχουσι.

Psalms 146:3-5

3 Μὴ πεποίθατε ἐπʼ ἄρχοντας, καὶ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. 4 Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
5 Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ·

Isaiah 30:2-3

2 οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. 3 Ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπʼ Αἴγυπτον ὄνειδος.

Isaiah 30:15-17

15 Οὕτω λέγει Κύριος, Κύριος ὁ ἅγιος τοῦ Ἰσραὴλ, ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα, ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη· καὶ οὐκ ἠβούλεσθε ἀκούειν, 16 ἀλλʼ εἴπατε, ἐφʼ ἵππων φευξόμεθα· διατοῦτο φεύξεσθε· καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα· διατοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. 17 Χίλιοι διὰ φωνὴν ἑνὸς φεύξονται, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπʼ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.

Isaiah 31:1

1 Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφʼ ἵπποις πεποιθότες καὶ ἐφʼ ἅρμασιν, ἔστι γὰρ πολλὰ, καὶ ἐφʼ ἵπποις πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν.

Isaiah 31:8

8 Καὶ πεσεῖται Ἀσσούρ· οὐ μάχαιρα ἀνδρὸς, οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτὸν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα,

Isaiah 36:6-7

6 Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπʼ Αἴγυπτον· ὡς ἂν ἐπιστηριχθῇ ἀνὴρ ἐπʼ αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ. 7 Εἰ δὲ λέγετε, ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν,

Ezekiel 29:7

7 ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης· καὶ ὅτε ἐπεκρότησεν ἐπʼ αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.