Nehemiah 3:28 Cross References - Brenton_Greek

28 Ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ.

2 Kings 11:16

16 Καὶ ἐπέθηκαν αὐτῇ χεῖρας, καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως, καὶ ἀπέθανεν ἐκεῖ.

2 Chronicles 23:15

15 Καὶ ἔδωκαν αὐτῇ ἄνεσιν, καὶ διῆλθε διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ.

Nehemiah 3:10

10 Καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἰεδαΐα υἱὸς Ἐρωμὰφ, καὶ κατέναντι οἰκίας αὐτοῦ· καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀττοὺθ υἱὸς Ἀσαβανία.

Nehemiah 3:23

23 Καὶ μετʼ αὐτὸν ἐκράτησε Βενιαμὶν καὶ Ἀσοὺβ κατέναντι οἴκου αὐτῶν· καὶ μετʼ αὐτὸν ἐκράτησεν Ἀζαρίας υἱὸς Μαασίου, υἱοῦ Ἀνανία ἐχόμενα οἴκου αὐτοῦ.

Jeremiah 31:40

40 καὶ πάντες Ἀσαρημὼθ ἕως Ναχὰλ Κέδρων, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς, ἁγίασμα τῷ Κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ, καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.