Leviticus 23:34 Cross References - Brenton_Greek

34 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ Κυρίῳ.

Exodus 23:16

16 Καὶ ἑορτὴν θερισμοῦ πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου, ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου, καὶ ἑορτὴν συντελείας ἐπʼ ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου.

Exodus 34:22

22 Καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι, ἀρχὴν θερισμοῦ πυροῦ· καὶ ἑορτὴν συναγωγῆς μεσοῦντος τοῦ ἐνιαυτοῦ.

Numbers 29:12

12 Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ ἑορτάσατε αὐτὴν ἑορτὴν Κυρίῳ ἑπτὰ ἡμέρας.

Deuteronomy 16:13-15

13 Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας ἐν τῷ συναγαγεῖν σε ἐκ τῆς ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου. 14 Καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσί σου. 15 Ἑπτὰ ἡμέρας ἑορτάσεις Κυρίῳ τῷ Θεῷ σου ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ· ἐὰν δὲ εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς γεννήμασί σου, καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, καὶ ἔσῃ εὐφραινόμενος.

Ezra 3:4

4 Καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον, καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ·

Nehemiah 8:14

14 Καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ, ᾧ ἐνετείλατο Κύριος τῷ Μωυσῇ, ὅπως κατοικήσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἐν σκηναῖς ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ,

Zechariah 14:16-19

16 Καὶ ἔσται, ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται κατʼ ἐνιαυτὸν, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 17 Καὶ ἔσται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. 18 Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ, τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 19 Αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσ ἂν μὴ ἀναβῇ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.