Judges 20:1 Cross References - Brenton_Greek

1 Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ γῇ τοῦ Γαλαὰδ, πρὸς Κύριον εἰς Μασσηφά.

Numbers 32:1

1 Καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν Ἰαζὴρ, καὶ τὴν χώραν Γαλαάδ· καὶ ἦν ὁ τόπος, τόπος κτήνεσι·

Numbers 32:40

40 Καὶ ἔδωκε Μωυσῆς τὴν Γαλαὰδ τῷ Μαχὶρ υἱῷ Μανασσῆ, καὶ κατῴκησεν ἐκεῖ.

Deuteronomy 13:12-18

12 Ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι κατοικεῖν σε ἐκεῖ, λεγόντων, 13 ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν, καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν γῆν αὐτῶν, λέγοντες, πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ ᾔδειτε, 14 καὶ ἐτάσεις καὶ ἐρωτήσεις, καὶ ἐρευνήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθὴς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν· 15 ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ ἐκείνῃ ἐν φόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν, καὶ πάντα τὰ ἐν αὐτῇ. 16 Καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς, καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ, καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου· καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηθήσεται ἔτι. 17 Καὶ οὐ προσκολληθήσεται οὐδὲν ἀπὸ τοῦ ἀναθέματος ἐν τῇ χειρί σου, ἵνα ἀποστραφῇ Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ, καὶ δώσῃ σοι ἔλεος, καὶ ἐλεήσῃ σε, καὶ πληθύνῃ σε, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, 18 ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.

Joshua 15:38

38 καὶ Δαλὰδ, καὶ Μασφὰ, καὶ Ἰαχαρεὴλ,

Joshua 17:1

1 Καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσῆ, ὅτι οὗτος πρωτότοκος τῷ Ἰωσὴφ, τῷ Μαχὶρ πρωτοτόκῳ Μανασσῆ πατρὶ Γαλαὰδ, ἀνὴρ γὰρ πολεμιστὴς ἦν, ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι.

Joshua 18:26

26 καὶ Μασσημὰ, καὶ Μιρὼν, καὶ Ἀμωκὴ,

Joshua 22:12

12 Καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Σηλὼ, ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς.

Judges 10:17

17 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἀμμὼν, καὶ παρενέβαλον ἐν Γαλαάδ· καὶ συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ παρενέβαλον ἐν τῇ σκοπίᾳ.

Judges 11:11

11 Καὶ ἐπορεύθη Ἰεφθάε μετὰ τῶν πρεσβυτέρων Γαλαὰδ, καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπʼ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν· καὶ ἐλάλησεν Ἰεφθαέ πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον Κυρίου ἐν Μασσηφά.

Judges 18:29

29 καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δὰν, ἐν ὀνόματι Δὰν πατρὸς αὐτῶν, ὃς ἐτέχθη τῷ Ἰσραήλ· καὶ ἦν Οὐλαμαῒς ὄνομα τῆς πόλεως τοπρότερον.

Judges 20:2

2 Καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ Ἰσραὴλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ Θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ῥομφαίαν.

Judges 20:8

8 Καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες, οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ, καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ.

Judges 20:11

11 Καὶ συνήχθη πᾶς ἀνὴρ Ἰσραὴλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς.

Judges 20:18

18 Καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ καὶ ἠρώτησαν ἐν τῷ Θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμίν; καὶ εἶπε Κύριος, Ἰούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος.

Judges 20:26

26 Καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ καὶ πᾶς ὁ λαὸς, καὶ ἦλθον εἰς Βαιθήλ· καὶ ἔκλαυσαν, καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου· καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου,

Judges 21:5

5 Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ πρὸς Κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσι πρὸς Κύριον εἰς Μασσηφὰθ, λέγοντες, θανάτῳ θανατωθήσεται.

1 Samuel 3:20

20 Καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ὅτι πιστὸς Σαμουὴλ εἰς προφήτην τῷ Κυρίῳ.

1 Samuel 7:5-6

5 Καὶ εἶπε Σαμουὴλ, ἀθροίσατε πάντα Ἰσραὴλ εἰς Μασσηφὰθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Κύριον. 6 Καὶ συνήχθησαν εἰς Μασσηφὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν· καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπαν, ἡμαρτήκαμεν ἐνώπιον Κυρίου· καὶ ἐδίκαζε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασσηφάθ.

1 Samuel 10:17

17 Καὶ παρήγγειλε Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς Κύριον εἰς Μασσηφάθ.

1 Samuel 11:7-8

7 Καὶ ἔλαβε δύο βόας, καὶ ἐμέλισεν αὐτὰς, καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων, λέγων, ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουὴλ, κατὰ τάδε ποιήσουσι τοῖς βουσὶν αὐτοῦ· καὶ ἐπῆλθεν ἔκστασις Κυρίου ἐπὶ τὸν λαὸν Ἰσραὴλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς. 8 Καὶ ἐπισκέπτεται αὐτοὺς ἐν βεζὲκ ἐν Βαμᾷ, πάντα ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας, καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας.

2 Samuel 2:9

9 καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδίτιν, καὶ ἐπὶ τὸν Θασιρὶ, καὶ ἐπὶ τὸν Ἰεζραὴλ, καὶ ἐπὶ τὸν Ἐφραὶμ, καὶ ἐπὶ τὸν Βενιαμὶν, καὶ ἐπὶ πάντα Ἰσραήλ.

2 Samuel 3:10

10 περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαοὺλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ.

2 Samuel 19:14

14 Καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς Ἰούδα ὡς ἀνδρὸς ἑνός· καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα, λέγοντες, ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου.

2 Samuel 24:2

2 Καὶ εἶπεν ὀ βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετʼ αὐτοῦ, δίελθε δὴ πάσας φυλὰς Ἰσραὴλ καὶ Ἰούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ.

2 Kings 25:23

23 Καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν, καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφὰθ, καὶ Ἰσμαὴλ υἱὸς Ναθανίου, καὶ Ἰωὰ υἱὸς Καρὴθ, καὶ Σαραίας υἱὸς Θαναμὰθ ὁ Νετωφαθίτης, καὶ Ἰεζονίας υἱὸς τοῦ Μαχαθὶ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν·

1 Chronicles 21:2

2 Καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως, πορεύθητε, ἀριθμήσατε τὸν Ἰσραὴλ ἀπὸ Βηρσαβεὲ καὶ ἕως Δᾶν, καὶ ἐνέγκατε πρὸς μὲ, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν.

2 Chronicles 30:5

5 Καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ Ἰσραὴλ ἀπὸ Βηρσαβεὲ ἕως Δὰν, ἐλθόντας ποιῆσαι τὸ φασὲκ Κυρίῳ Θεῷ Ἰσραὴλ εἰς Ἱερουσαλὴμ, ὅτι πλῆθος οὐκ ἐποίησε κατά τὴν γραφήν.

Ezra 3:1

1 Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν, ʼκαὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς Ἱερουσαλήμ.

Nehemiah 8:1

1 Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν· καὶ συνήχθησαν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς τὸ πλάτος τὸ ἔμπροσθεν πύλης τοῦ ὕδατος· καὶ εἶπαν τῷ Ἔσδρᾳ τῷ γραμματεῖ ἐνέγκαι τὸ βιβλίον νόμου Μωυσῆ, ὃν ἐνετείλατο Κύριος τῷ Ἰσραήλ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.