Judges 11:33 Cross References - Brenton_Greek

33 Καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Ἀροὴρ ἕως ἐλθεῖν ἄχρις Ἀρνὼν ἐν ἀριθμῷ εἴκοσι πόλεις, καὶ ἕως Ἐβελχαρμὶμ, πληγὴν μεγάλην σφόδρα· καὶ συνεστάλησαν οἱ υἱοὶ Ἀμμὼν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

Deuteronomy 2:36

36 ἐξ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάῤῥου Ἀρνῶν, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι, καὶ ἕως ὄρους τοῦ Γαλαάδ· οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς· τὰς πάσας παρέδωκε Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.

Ezekiel 27:17

17 Ἰούδας καὶ οἱ υἱοὶ τοῦ Ἰσραὴλ, οὗτοι ἔμποροί σου, ἐν πράσει σίτου καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμεικτόν σου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.