Jonah 1:12 Cross References - Brenton_Greek

12 Καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτοὺς, ἄρατέ με, καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ὑμῶν· διότι ἔγνωκα ἐγὼ, ὅτι διʼ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφʼ ὑμᾶς ἐστι.

Joshua 7:12

12 Καὶ οὐ μὴ δύνωνται οἱ υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ προσθήσω ἔτι εἶναι μεθʼ ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.

Joshua 7:20-21

20 Καὶ ἀπεκρίθη Ἄχαρ τῷ Ἰησοῖ, καὶ εἶπεν, ἀληθῶς ἥμαρτον ἐναντίον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ· οὕτως καὶ οὕτως ἐποίησα. 21 Εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην, καὶ διακόσια δίδραχμα ἀργυρίου, καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον· καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ σκηνῇ μου, καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.

2 Samuel 24:17

17 Καὶ εἶπε Δαυὶδ πρὸς Κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ, καὶ εἶπεν, ἰδοὺ ἐγώ εἰμι ἠδίκησα· καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.

1 Chronicles 21:17

17 Καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν, οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα, καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; Κύριε ὁ Θεὸς, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου, καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε.

Ecclesiastes 9:18

18 Ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου· καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαθωσύνην πολλήν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.