Jeremiah 41:10 Cross References - Brenton_Greek

10 Καὶ ἀπέστρεψεν Ἰσμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ, καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρακατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολίᾳ υἱῷ Ἀχεικὰμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Ἀμμών.

Nehemiah 2:10

10 Καὶ ἤκουσε Σαναβαλλὰτ ὁ Ἀρωνὶ, καὶ Τωβία ὁ δοῦλος Ἀμμωνὶ, καὶ πονηρὸν αὐτοῖς ἐγένετο, ὅτι ἥκει ὁ ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς Ἰσραήλ.

Nehemiah 2:19

19 Καὶ ἤκουσε Σαναβαλλὰτ ὁ Ἀρωνὶ, καὶ Τωβία ὁ δοῦλος ὁ Ἀμμωνὶ, καὶ Γησὰμ ὁ Ἀραβὶ, καὶ ἐξεγέλασαν ἡμᾶς, καὶ ἦλθον ἐφʼ ἡμᾶς, καὶ εἶπαν, τί τὸ ῥῆμα τοῦτο ὃ ὑμεῖς ποιεῖτε; ᾖ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε;

Nehemiah 4:7-8

7 Καὶ ἐγένετο ὡς ἤκουσε Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανῖται, ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερουσαλὴμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα. 8 Καὶ συνήχθησαν πάντες ἐπιτοαυτὸ, ἐλθεῖν παρατάξασθαι ἐν Ἱερουσαλὴμ καὶ ποιῆσαι αὐτὴν ἀφανῆ.

Nehemiah 6:17-18

17 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ἰούδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβίαν, καὶ αἱ Τωβία ἤρχοντο πρὸς αὐτούς· 18 Ὅτι πολλοὶ ἐν Ἰούδᾳ ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενία υἱοῦ Ἡραέ· καὶ Ἰωνὰν υἱὸς αὐτοῦ ἔλαβε τὴν θυγατέρα Μεσουλὰμ υἱοῦ Βαραχία εἰς γυναῖκα.

Nehemiah 13:4-8

4 Καὶ πρὸ τούτου Ἐλιασὶβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου Θεοῦ ἡμῶν, ἐγγίων Τωβίᾳ. 5 Καὶ ἐποίησεν ἑαυτῷ γαζοφυλάκιον μέγα· καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μαναὰ καὶ τὸν λίβανον καὶ τὰ σκεύη, καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ἆδόντων καὶ τῶν πυλωρῶν, καὶ ἀπαρχὰς τῶν ἱερέων. 6 Καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ἱερουσαλήμ· ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Ἀρθασασθὰ βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα, καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως, 7 καὶ ἦλθον εἰς Ἱερουσαλήμ· καὶ συνῆκα ἐν τῇ πονηρίᾳ ᾖ ἐποίησεν Ἐλιασὶβ τῷ Τωβίᾳ, ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ Θεοῦ.
8 Καὶ πονηρόν μοι ἐφάνη σφόδρα· καὶ ἔῤῥιψα πάντα τὰ σκεύη οἴκου Τωβία ἔξω ἀπὸ τοῦ γαζοφυλακίου.

Jeremiah 22:30

30 γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ.

Jeremiah 39:6

6

Jeremiah 40:7

7 Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῇ, καὶ παρακατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐ κατῴκισεν εἰς Βαβυλῶνα.

Jeremiah 40:11-12

11 Καὶ πάντες οἱ Ἰουδαῖοι οἱ ἐν γῇ Μωὰβ, καὶ ἐν υἱοῖς Ἀμμὼν, καὶ οἱ ἐν τῇ Ἰδουμαίᾳ, καὶ οἱ ἐν πάσῃ τῇ γῇ, ἤκουσαν ὅτι ἔδωκε βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ἰούδᾳ, καὶ ὅτι κατέστησεν ἐπʼ αὐτοὺς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ. 12 Καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν Ἰούδα εἰς Μασσηφὰ, καὶ συνήγαγον οἶνον, καὶ ὀπώραν πολλὴν σφόδρα, καὶ ἔλαιον.

Jeremiah 40:14

14 καὶ εἶπαν αὐτῷ, εἰ γνώσει γινώσκεις, ὅτι Βελεισσὰ βασιλεὺς υἱὸς υἱῶν Ἀμμὼν ἀπέστειλε πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας.

Jeremiah 43:5-7

5 Καὶ ἔλαβεν Ἰωάναν, καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους Ἰούδα, τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ, 6 τοὺς δυνατοὺς ἄνδρας, καὶ τὰς γυναῖκας, καὶ τὰ νήπια, τὰ λοιπὰ, καὶ τὰς θυγατέρας τοῦ βασιλέως, καὶ τὰς ψυχὰς ἃς κατέλιπε Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ Ἀχεικάμ, καὶ Ἱερεμίαν τὸν προφήτην, καὶ Βαροὺχ, υἱὸν Νηρίου, 7 καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου, καὶ εἰσῆλθον εἰς Τάφνας.

Jeremiah 44:12-14

12 τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται εἰς ὀνειδισμὸν, καὶ εἰς ἀπώλειαν, καὶ εἰς κατάραν. 13 Καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ, ὡς ἐπεσκεψάμην ἐπὶ Ἱερουσαλὴμ, ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, 14 καὶ οὐκ ἔσται σεσωσμένος οὐθεὶς τῶν ἐπιλοίπων Ἰούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ, τοῦ ἐπιστρέψαι εἰς γῆν Ἰούδα, ἐφʼ ἣν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν, ἀλλʼ ἢ οἱ ἀνασεσωσμένοι.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.