Jeremiah 38:21 Cross References - Brenton_Greek

21 Καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν, οὗτος ὁ λόγος ὃν ἔδειξέ μοι Κύριος.

Exodus 10:3-4

3 Εἰσῆλθε δὲ Μωυσῆς καὶ Ἀαρὼν ἐναντίον Φαραὼ, καὶ εἶπαν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων, ἕως τίνος οὐ βούλῃ ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι. 4 Ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου.

Exodus 16:28

28 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου, καὶ τὸν νόμον μου;

Numbers 23:19-20

19 Οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδʼ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι, αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ; 20 Ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω, καὶ οὐ μὴ ἀποστρέψω.

Numbers 24:13

13 ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἢ πονηρὸν παρʼ ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ὁ Θεὸς, ταῦτα ἐρῶ.

Job 23:13

13 Εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησε.

Job 34:33

33 Μὴ παρὰ σοῦ ἀποτίσει αὐτήν, ὅτι σὺ ἀπώσῃ; ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ; καὶ τί ἔγνως, λάλησον.

Proverbs 1:24-31

24 Ἐπειδὴ ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε· καὶ ἐξέτεινα λόγους, καὶ οὐ προσείχετε· 25 ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλὰς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις προσείχετε· 26 τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δὲ ἡνίκα ἔρχηται ὑμῖν ὄλεθρος· 27 καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ, καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία, ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος. 28 Ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσιν. 29 Ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον τοῦ Κυρίου οὐ προείλαντο, 30 οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. 31 Τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται.

Isaiah 1:19-20

19 Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. 20 Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.

Jeremiah 5:3

3 Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.

Jeremiah 15:19-21

19 Διατοῦτο τάδε λέγει Κύριος, ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀναστρέψεις πρός αὐτούς. 20 Καὶ δώσω σε τῷ λαῷ τούτῳ, ὡς τεῖχος ὀχυρὸν, χαλκοῦν· καὶ πολεμήσουσι πρὸς σὲ, καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε, 21 καὶ τοῦ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν, καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν.

Jeremiah 26:15

15 Ἀλλʼ ἢ γνόντες γνώσεσθε, ὅτι εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφʼ ὑμᾶς, καὶ ἐπὶ τὴν πόλιν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέ με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους.

Ezekiel 2:4-5

4 Καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, 5 ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσι, ʼδιότι οἶκος παραπικραίνων ἐστὶ, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν.

Ezekiel 2:7

7 Καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί.

Ezekiel 3:17-19

17 υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρʼ ἐμοῦ. 18 Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανατωθήσῃ· καὶ οὐ διεστείλω αὐτῷ τοῦ διαστείλασθαι τῷ ἀνόμῳ ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτόν· ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. 19 Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, καὶ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.