Isaiah 38:1 Cross References - Brenton_Greek

1 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ.

2 Samuel 17:23

23 Καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ, καὶ ἀπήγξατο καὶ ἀπέθανε, καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ.

2 Kings 20:1-11

1 Εν ταῖς ἡμέραις ἐκείναις ἠῤῥώστησεν Ἐζεκίας εἰς θάνατον· καὶ εἰσῆλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, ἔντειλαι τῷ οἴκῳ σου, ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ. 2 Καὶ ἀπέστρεψεν Ἐζεκίας πρὸς τὸν τοῖχον, καὶ ηὔξατο πρὸς Κύριον, λέγων, 3 Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει, καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ.
4 Καὶ ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγων, 5 ἐπίστρεψον, καὶ ἐρεῖς πρὸς Ἐζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου, τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε· τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου. 6 Καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πεντεκαίδεκα ἔτη· καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης διʼ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου. 7 Καὶ εἶπε, λαβέτωσαν παλάθην σύκων, καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει. 8 Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν, τί τὸ σημεῖον ὅτι ἰάσεταί με Κύριος, καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ; 9 Καὶ εἶπεν Ἡσαΐας, τοῦτο τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει Κύριος τὸν λόγον ὃν ἐλάλησε· πορεύσεται ἡ σκιὰ δέκα βαθμούς, ἐὰν ἐπιστρέψῃ δέκα βαθμούς. 10 Καὶ εἶπεν Ἐζεκίας, κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχί, ἀλλʼ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω. 11 Καὶ ἐβόησεν Ἡσαΐας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς.

2 Chronicles 32:24

24 Ἐν ταῖς ἡμέραις ἐκείναις ἠῤῥώστησεν Ἐζεκίας ἕως θανάτου, καὶ προσηύξατο πρὸς Κύριον· καὶ ἐπήκουσεν αὐτῷ, καὶ σημεῖον ἔδωκεν αὐτῷ.

Ecclesiastes 9:10

10 Πάντα, ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὡς ἡ δύναμίς σου ποίησον, ὅτι οὐκ ἔστι ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ.

Isaiah 1:1

1 ὍΡΑΣΙΣ ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, ἐν βασιλεία Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἵ ἐβασίλευσαν τῆς Ἰουδαίας.

Isaiah 37:2

2 Καὶ ἀπέστειλεν Ἑλιακεὶμ τὸν οἰκονόμον, καὶ Σομνᾶν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην.

Isaiah 37:21

21 Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν, καὶ εἶπεν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἤκουσα ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων.

Isaiah 38:1-8

1 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. 2 Καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον, 3 λέγων, μνήσθητι Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστά ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ. 4 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν, λέγων, 5 πορεύθητι, καὶ εἰπὸν Ἐζεκίᾳ, τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη, 6 καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης. 7 Τοῦτο δὲ σοὶ τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει ὁ Θεὸς τὸ ῥῆμα τοῦτο· 8 ἰδοὺ ἐγὼ στρέψω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ὁ ἥλιος, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς· καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς, οὓς κατέβη ἡ σκιά.

Isaiah 39:3-4

3 Καὶ ἦλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἐζεκίαν, καὶ εἶπε πρὸς αὐτὸν, τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; καὶ πόθεν ἥκασι πρός σέ; καὶ εἶπεν Ἐζεκίας, ἐκ τῆς γῆς πόῤῥωθεν ἥκασι πρός μὲ, ἐκ Βαβυλῶνος. 4 Καὶ εἶπεν Ἡσαΐας, τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Ἐζεκίας, πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.

Jeremiah 18:7-10

7 Πέρας λαλήσω ἐπὶ ἔθνος, ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς, καὶ τοῦ ἀπολλύειν, 8 καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην, τοῦ ποιῆσαι αὐτοῖς. 9 Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, 10 καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα, τοῦ ποιῆσαι αὐτοῖς.

Jonah 3:4

4 καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, ὡσεὶ πορείαν ἡμέρας μιᾶς· καὶ ἐκήρυξε, καὶ εἶπεν, ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται.

Jonah 3:10

10 Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησε.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.