Isaiah 37:16 Cross References - Brenton_Greek

16 Κύριος σαβαὼθ ὁ Θεὸς Ἰσραὴλ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ ὁ Θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν·

Genesis 1:1

1 ἘΝ ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.

Exodus 25:22

22 Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο χερουβὶμ, τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.

Deuteronomy 10:17

17 Ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρὸς, καὶ φοβερὸς, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδὲ οὐ μὴ λάβῃ δῶρον·

1 Samuel 4:4

4 Καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλὼμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου Χερουβίμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ μετὰ τῆς κιβωτοῦ, Ὀφνὶ καὶ Φινεές.

2 Samuel 7:26

26 Μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος.

1 Kings 18:32

32 Καὶ ᾠκοδόμησε τοὺς λίθους ἐν ὀνόματι Κυρίου, καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον· καὶ ἐποίησε θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου·

2 Kings 5:15

15 Καὶ ἐπέστρεψε πρὸς Ἑλισαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπεν, ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ὅτι ἀλλʼ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου.

Psalms 46:7

7 Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ· διάψαλμα.

Psalms 46:11

11 Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.

Psalms 80:1

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, μαρτύριον τῷ Ἀσὰφ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου.
Ὁ Ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφάνηθι,

Psalms 86:10

10 ὅτι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος ὁ μέγας.

Psalms 99:1

1 Ψαλμὸς τῷ Δαυίδ.
Ο Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ.

Psalms 136:2-3

2 Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 3 Ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Psalms 146:6

6 τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,

Isaiah 6:3

3 Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον, ἅγιος ἅγιος ἅγιος Κύριος σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.

Isaiah 8:13

13 Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος.

Isaiah 37:20

20 Νῦν δέ Κύριε ὁ Θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς, ὅτι σὺ εἶ ὁ Θεὸς μόνος.

Isaiah 40:28

28 Καὶ νῦν οὐκ ἔγνως; εἰ μὴ ἤκουσας; Θεὸς αἰώνιος, ὁ Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ,

Isaiah 43:10-11

10 Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετʼ ἐμὲ οὐκ ἔσται. 11 Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων.

Isaiah 44:6

6 Οὕτως λέγει ὁ Θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, καὶ ῥυσάμενος αὐτὸν Θεὸς σαβαὼθ, ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός.

Isaiah 44:24

24 Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ ὁ πλάσσων σε ἐκ κοιλίας, ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν.

Isaiah 45:22

22 Ἐπιστράφητε ἐπʼ ἐμὲ, καὶ σωθήσεσθε, οἱ ἀπʼ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος.

Isaiah 54:5

5 Ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος σαβαὼθ ὄνομα αὐτῷ· καὶ ὁ ῥυσάμενός σε, αὐτὸς Θεὸς Ἰσραὴλ, πάσῃ τῇ γῇ κληθήσεται.

Jeremiah 10:10-12

10 (5b) Αἰρόμενα ἀρθήσονται, ὅτι οὐκ ἐπιβήσονται· μὴ φοβηθῆτε αὐτὰ, ὅτι οὐ μὴ κακοποιήσωσι, καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοῖς.
11 Οὕτως ἐρεῖτε αὐτοῖς, θεοί οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐκ τῆς γῆς, καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου. 12 Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.