Isaiah 36:17 Cross References - Brenton_Greek

17 ἕως ἂν ἔλθω, καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων.

Exodus 3:8

8 καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Γεργεσαίων, καὶ Εὐαίων, καὶ Ἰεβουσαίων.

Deuteronomy 8:7-9

7 Ὁ γὰρ Κύριος ὁ Θεός σου εἰσάξει σε εἰς γῆν ἀγαθὴν καὶ πολλὴν, οὗ χείμαῤῥοι ὑδάτων, καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων· 8 Γῆ πυροῦ καὶ κριθῆς, ἄμπελοι, συκαῖ, ῥοαί· γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος· 9 γῆ ἐφʼ ἧς οὐ μετὰ πτωχείας φαγῇ τὸν ἄρτον σου, καὶ οὐκ ἐνδεηθήσῃ ἐπʼ αὐτῆς οὐδέν· γῆ ἧς οἱ λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν·

Deuteronomy 11:12

12 Γῆ, ἣν Κύριος ὁ Θεός σου ἐπισκοπεῖται αὐτὴν διαπαντὸς, οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ σου ἐπʼ αὐτῆς ἀπʼ ἀρχῆς τοῦ ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ.

2 Kings 17:6-23

6 Ἐν ἔτει ἐννάτῳ Ὡσηὲ συνέλαβε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν, καὶ ἀπῴκισεν Ἰσραὴλ εἰς Ἀσσυρίους, καὶ κατῴκισεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμοῖς Γωζὰν, καὶ ὄρη Μήδων. 7 Καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ Θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους, 8 καὶ ἐπορεύθησαν τοῖς δικαιώμασι τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἐκ προσώπου υἱῶν Ἰσραὴλ, καὶ οἱ βασιλεῖς Ἰσραὴλ ὅσοι ἐποίησαν, 9 καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ Ἰσραὴλ λόγους, οὐχ οὕτως κατὰ Κυρίου Θεοῦ αὐτῶν· καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς, 10 καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, 11 καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς, καθὼς τὰ ἔθνη ἃ ἀπῴκισε Κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς, καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν Κύριον, 12 καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις οἷς εἶπε Κύριος αὐτοῖς, οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο τῷ Κυρίῳ.
13 Καὶ διεμαρτύρατο Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ Ἰούδᾳ καὶ ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ παντὸς ὁρῶντος, λέγων, ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ φυλάξατε τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου, καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν. 14 Καὶ οὐκ ἤκουσαν, καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν. 15 Καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς οὐκ ἐφύλαξαν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν, καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο Κύριος αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα. 16 Ἐγκατέλιπον τὰς ἐντολὰς Κυρίου Θεοῦ αὐτῶν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις, καὶ ἐποίησαν ἄλση, καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐλάτρευσαν τῷ Βάαλ. 17 Καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ, καὶ ἐμαντεύοντο μαντείας, καὶ οἰωνίζοντο· καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.
18 Καὶ ἐθυμώθη Κύριος σφόδρα ἐν τῷ Ἰσραὴλ, καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη. 19 Καί γε Ἰούδας οὐκ ἐφύλαξε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ αὐτῶν· καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν Ἰσραὴλ οἷς ἐποίησαν, 20 καὶ ἀπεώσαντο τὸν Κύριον.
Καὶ ἐθυμώθη Κύριος παντὶ σπέρματι Ἰσραὴλ, καὶ ἐσάλευσεν αὐτοὺς, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτοὺς, ἕως οὗ ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. 21 Ὅτι πλὴν Ἰσραὴλ ἐπάνωθεν οἴκου Δαυὶδ, καὶ ἐβασίλευσαν τὸν Ἱεροβοὰμ υἱὸν Ναβάτ· καὶ ἐξέωσεν Ἱεροβοὰμ τὸν Ἰσραὴλ ἐξόπισθε Κυρίου, καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην. 22 Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν πάσῃ ἁμαρτίᾳ Ἱεροβοὰμ, ἧς ἐποίησεν, οὐκ ἀπέστησαν ἀπʼ αὐτῆς 23 ἕως οὗ μετέστησε Κύριος τὸν Ἰσραὴλ ἀπὸ προσώπου αὐτοῦ, καθὼς ἐλάλησε Κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν· καὶ ἀπῳκίσθη Ἰσραὴλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης.

2 Kings 18:9-12

9 Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεκίᾳ, αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ὡσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ, ἀνέβη Σαλαμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν, καὶ ἐπολιόρκει ἐπʼ αὐτὴν, 10 καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Ἐζεκίᾳ, αὐτὸς ἐνιαυτὸς ἔννατος τῷ Ὡσηὲ βασιλεῖ Ἰσραὴλ, καὶ συνελήφθη Σαμάρεια. 11 Καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμῷ Γωζὰν καὶ ὄρη Μήδων· 12 ἀνθʼ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου Θεοῦ αὐτῶν, καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν.

2 Kings 18:32

32 ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος, καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε· καὶ μὴ ἀκούετε Ἐζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς, λέγων, Κύριος ῥήσεται ὑμᾶς.

2 Kings 24:11

11 Καὶ εἰσῆλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπʼ αὐτήν.

Job 20:17

17 Μὴ ἴδοι ἄμελξιν νομάδων, μηδὲ νομὰς μέλιτος καὶ βουτύρου.

Proverbs 12:10

10 Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.