Genesis 7:14 Cross References - Brenton_Greek

14 Καὶ πάντα τὰ θηρία κατὰ γένος, καὶ πάντα τὰ κτήνη κατὰ γένος, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος, καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ,

Genesis 7:2-3

2 Ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ. 3 Καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτά ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπί πᾶσαν τὴν γῆν.

Genesis 7:8-9

8 Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ πάντων τῶν ἑρπόντων ἐπὶ τῆς γῆς, 9 δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτὸν ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.