Genesis 24:27 Cross References - Brenton_Greek

27 Καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὴν ἀλήθειαν, ἀπὸ τοῦ κυρίου μου· ἐμέ τ’ εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.

Genesis 9:26

26 Καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ· καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ.

Genesis 13:8

8 Εἶπε δὲ Ἅβραμ τῷ Λὼτ, μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἐσμὲν ἡμεῖς.

Genesis 14:20

20 Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι· καὶ ἔδωκεν αὐτῷ Ἅβραμ δεκάτην ἀπὸ πάντων.

Genesis 24:4

4 Ἀλλʼ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.

Genesis 24:12

12 Καὶ εἶπε, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον, καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.

Genesis 24:21

21 Ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτήν· καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ.

Genesis 24:42

42 Καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραὰμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ,

Genesis 24:48

48 Καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ, καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου Ἁβραὰμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.

Genesis 32:10

10 Ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην τοῦτον· νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς.

Exodus 2:11

11 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος Μωυσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ· κατανοήσας δὲ τὸν πόνον αὐτῶν, ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντά τινὰ Ἑβραῖον, τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ἰσραήλ.

Exodus 2:13

13 Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, ὁρᾷ δύο ἄνδρας Ἑβραίους διαπληκτιζομένους· καὶ λέγει τῷ ἀδικοῦντι, διὰ τί σὺ τύπτεις τὸν πλησίον;

Exodus 18:10

10 Καί εἶπεν Ἰοθὸρ, εὐλογητὸς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ.

Ruth 4:14

14 Καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμὶν, εὐλογητὸς Κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ἰσραήλ,

1 Samuel 25:32

32 Καὶ εἶπε Δαυὶδ τῇ Ἀβιγαίᾳ, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἀπέστειλέ σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μοι,

1 Samuel 25:39

39 Καὶ ἤκουσε Δαυὶδ, καὶ εἶπεν, εὐλογητὸς Κύριος, ὃς ἔκρινε τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Νάβαλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Νάβαλ ἀπέστρεψε Κύριος εἰς κεφαλὴν αὐτοῦ.
Καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐλάλησε περὶ Ἀβιγαίας, λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα.

2 Samuel 18:28

28 Καὶ ἐβόησεν Ἀχιμάας, καὶ εἶπε πρὸς τὸν βασιλέα, εἰρήνη· καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ.

1 Chronicles 29:10-13

10 Καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυὶδ τὸν Κύριον ἐνώπιον τῆς ἐκκλησίας, λέγων,
Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς Ἰσραὴλ, ὁ πατὴρ ἡμῶν, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. 11 Σοί Κύριε ἡ μεγαλωσύνη, καὶ ἡ δύναμις, καὶ τὸ καύχημα, καὶ ἡ νίκη, καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις· ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς, καὶ ἔθνος. 12 Παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις Κύριε, ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία; καὶ ἐν χειρί σου παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα. 13 Καὶ νῦν Κύριε ἐξομολογούμεθά σοι, καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.

Psalms 68:19

19 Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθʼ ἡμέραν, καὶ κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν· διάψαλμα.

Psalms 72:18-19

18 Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος, 19 καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ· γένοιτο, γένοιτο.

Psalms 98:3

3 Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Psalms 100:5

5 Ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.

Proverbs 3:6

6 Πάσαις ὁδοῖς σου γνώριζε αὐτὴν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου.

Proverbs 4:11-13

11 Ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. 12 Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα· ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις. 13 Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου.

Proverbs 8:20

20 Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον τρίβων δικαιοσύνης ἀναστρέφομαι·

Micah 7:20

20 Δώσει εἰς ἀλήθειαν τῷ Ἰακὼβ, ἔλεον τῷ Ἁβραὰμ, καθότι ὤμοσας τοῖς πατράσιν ἡμῶν, κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.