Genesis 24:16 Cross References - Brenton_Greek

16 Ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν· καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν, ἔπλησε τὴν ὑδρίαν αὐτῆς, καὶ ἀνέβη.

Genesis 4:1

1 Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν· καὶ εἶπεν, ἐκτησάμην ἄνθρωπον διά τοῦ Θεοῦ.

Genesis 26:7

7 Ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν, ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν, ὅτι γυνή μου ἐστί, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.

Genesis 39:6

6 Καὶ ἐπέτρεψε πάντα ὅσα ἦν αὐτῷ, εἰς χεῖρας Ἰωσήφ· καὶ οὐκ ᾔδει τῶν καθʼ αὑτὸν οὐδὲν, πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός. Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα.

Numbers 31:17-18

17 Καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, πᾶσαν γυναῖκα, ἥτις ἔγνω κοίτην ἄρσενος, ἀποκτείνατε. 18 Καὶ πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν, ἥτις οὐκ οἶδε κοίτην ἄρσενος, ζωγρήσατε αὐτάς.

Song of Songs 5:2

2 Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ· φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν, ἄνοιξόν μοι ἡ πλησίον μου, ἄδελφή μου, περιστερά μου, τελεία μου· ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.