Genesis 15:18 Cross References - Brenton_Greek

18 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Ἅβραμ διαθήκην, λέγων, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου·

Genesis 2:14

14 Καὶ ὁ ποταμὸς ὁ τρίτος, Τίγρις· οὗτος ὁ προπορευόμενος κατέναντι Ἀσσυρίων· ὁ δὲ ποταμὸς ὁ τέταρτος, Εὐφράτης.

Genesis 9:8-17

8 Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῷε καὶ τοῖς υἱοῖς αὐτοῦ μετʼ αὐτοῦ, λέγων, 9 καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθʼ ὑμᾶς, 10 καὶ πάσῃ ψυχῇ ζώσῃ μεθʼ ὑμῶν, ἀπὸ ὀρνέων, καὶ ἀπὸ κτηνῶν· καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα ἐστὶ μεθʼ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ. 11 Καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς· καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ· καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος, καταφθεῖραι πᾶσαν τὴν γῆν. 12 Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθʼ ὑμῶν εἰς γενεὰς αἰωνίους. 13 Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς. 14 Καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ. 15 Καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί· καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα. 16 Καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ· καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς, καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πᾶσῃ σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς. 17 Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον πάσης σαρκὸς, ἥ ἐστιν ἐπὶ τῆς γῆς.

Genesis 12:7

7 Καὶ ὤφθη Κύριος τῷ Ἅβραμ, καὶ εἶπεν αὐτῷ, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἅβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.

Genesis 13:15

15 ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος.

Genesis 17:1-27

1 Ἐγένετο δὲ Ἅβραμ ἐτῶν ἐννενηκονταεννέα. Καὶ ὤφθη Κύριος τῷ Ἅβραμ, καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Θεὸς σου· εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος. 2 Καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα. 3 Καὶ ἔπεσεν Ἅβραμ ἐπὶ πρόσωπον αὐτοῦ. Καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς, λέγων, 4 Καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ· καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν. 5 Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἅβραμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου Ἁβραὰμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. 6 Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς ἔθνη· καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. 7 Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναί σου Θεὸς, καὶ τοῦ σπέρματός σου μετὰ σέ. 8 Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναὰν, εἰς κατάσχεσιν αἰώνιον· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν. 9 Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἁβραάμ, σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. 10 Καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. 11 Καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. 12 Καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν· καὶ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου. 13 Περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου, καὶ ὁ ἀργυρώνητος· καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον. 14 Καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε. 15 Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἁβραάμ, Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. 16 Εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται. 17 Καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐγέλασε· καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ, λέγων, εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάῤῥα ἐνενήκοντα ἐτῶν τέξεται; 18 Εἶπε δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου. 19 Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἁβραὰμ, ναί· ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ· καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν, εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν. 20 Περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν, καὶ αὐξανῶ αὐτόν, καὶ πληθυνῶ αὐτὸν σφόδρα δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. 21 Τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ. 22 Συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν, καὶ ἀνέβη ὁ Θεὸς ἀπό Ἁβραάμ.
23 Καὶ ἔλαβεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν ἑαυτοῦ, καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ, καὶ πάντας τοὺς ἀργυρωνήτους, καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Ἁβραὰμ, καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν, ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεὸς. 24 Ἁβραὰμ δὲ ἐννενηκονταεννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. 25 Ἰσμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν δεκατριῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. 26 Ἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, περιετμήθη Ἁβραὰμ, καὶ Ἰσμαὴλ ὁ υἱὸς αὐτοῦ, 27 καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ, καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν.

Genesis 24:7

7 Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι, καὶ ὃς ὤμοσέ μοι, λέγων, σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.

Genesis 26:4

4 Καὶ πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην· καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.

Genesis 28:4

4 Καὶ δῴη σοι τὴν εὐλογίαν Ἁβραὰμ τοῦ πατρός μου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ Ἁβραάμ.

Genesis 28:13-14

13 Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπʼ αὐτῆς· καὶ εἶπεν, ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ ἐφʼ ἧς σὺ καθεύδεις ἐπʼ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. 14 Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ Λίβα, καὶ βοῤῥὰν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου.

Genesis 35:12

12 Καὶ τὴν γῆν, ἣν ἔδωκα Ἁβραὰμ καὶ Ἰσαὰκ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται· καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.

Genesis 50:24

24 Καὶ εἶπεν Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, λέγων, ἐγὼ ἀποθνήσκω· ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς, καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσεν ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν, Ἁβραὰμ, Ἰσαὰκ, καὶ Ἰακώβ.

Exodus 3:8

8 καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Γεργεσαίων, καὶ Εὐαίων, καὶ Ἰεβουσαίων.

Exodus 6:4

4 Καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς, ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν· ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπʼ αὐτῆς.

Exodus 23:23

23 Πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου, καὶ εἰσάξει σε πρὸς τὸν Ἀμοῤῥαῖον, καὶ Χετταῖον, καὶ Φερεζαῖον, καὶ Χαναναῖον, καὶ Γεργεσαῖον, καὶ Εὐαῖον, καὶ Ἰεβουσαῖον, καὶ ἐκτρίψω αὐτούς.

Exodus 23:27-31

27 Καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου, καὶ ἐκστήσω πάντα τά ἔθνη, εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτοὺς· καὶ δώσω πάντας τούς ὑπεναντίους σου φυγάδας. 28 Καὶ ἀποστελῶ τὰς σφηκίας προτέρας σου· καὶ ἐκβαλεῖς τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Χετταίους ἀπό σοῦ. 29 Οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος, καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς. 30 Κατὰ μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ, ἕως ἂν αὐξηθῇς καὶ κληρονομήσῃς τὴν γῆν. 31 Καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, ἕως τῆς θαλάσσης τῆς Φυλιστιεὶμ· καὶ ἀπὸ τῆς ἐρήμου, ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ, καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ.

Exodus 34:11

11 Πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι· ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμῶν τὸν Ἀμοῤῥαῖον, καὶ Χαναναῖον, καὶ Φερεζαῖον, καὶ Χετταῖον, καὶ Εὐαῖον, καὶ Γεργεσαῖον, καὶ Ἰεβουσαῖον.

Numbers 34:2-3

2 ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χαναὰν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χαναὰν σὺν τοῖς ὁρίοις αὐτῆς. 3 Καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον Ἐδὼμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν.

Numbers 34:5

5 Καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμωνᾶ χειμάῤῥουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.

Deuteronomy 1:7-8

7 Ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμοῤῥαίων, καὶ πρὸς πάντας τοὺς περιοίκους Ἄραβα, εἰς ὄρος καὶ πεδίον, καὶ πρὸς Λίβα, καὶ παραλίαν γῆν Χαναναίων, καὶ Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου. 8 Ἴδετε, παραδέδωκεν ἐνώπιον ὑμῶν τῆν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετʼ αὐτούς.

Deuteronomy 7:1

1 Ἐὰν δὲ εἰσάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ ἐξάρῃ ἔθνη μεγάλα ἀπὸ προσώπου σου, τὸν Χετταῖον καὶ Γεργεσσαῖον καὶ Ἀμοῤῥαῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Ἰεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν·

Deuteronomy 11:24

24 Πάντα τὸν τόπον οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν, ὑμῖν ἔσται· ἀπὸ τῆς ἐρήμου καὶ Ἀντιλιβάνου, καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου.

Deuteronomy 34:4

4 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, αὕτη ἡ γῆ ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, λέγων, τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.

Joshua 1:3-4

3 Πᾶς ὁ τόπος, ἐφʼ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτὸν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ· 4 Tὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης· ἀφʼ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν.

Joshua 12:1-20

1 Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσραὴλ, καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἀφʼ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν, καὶ πᾶσαν τὴν γῆν Ἄραβα ἀπʼ ἀνατολῶν. 2 Σηὼν τὸν βασιλέα τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν, κυριεύων ἀπὸ Ἀρνῶν, ἣ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβὸκ, ὅρια υἱῶν Ἀμμών. 3 Καὶ Ἄραβα ἕως τῆς θαλάσσης Χενερὲθ κατʼ ἀνατολὰς, καὶ ἕως τῆς θαλάσσης Ἄραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ἀσειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Ἀσηδὼθ Φασγά. 4 Καὶ Ὢγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων, ὁ κατοικῶν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραῒν, 5 ἄρχων ἀπὸ ὄρους Ἀερμὼν καὶ ἀπὸ Σεκχαὶ, καὶ πᾶσαν τὴν γῆν Βασὰν ἕως ὁρίων Γεσουρὶ, καὶ τὴν Μαχὶ, καὶ τὸ ἡμισυ Γαλαὰδ ὁρίων Σηὼν βασιλέως Ἐσεβών. 6 Μωυσῆς ὁ παῖς Κυρίου καὶ υἱοὶ Ἰσραὴλ ἐπάταξαν αὐτούς· καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ῥουβὴν, καὶ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῇ.
7 Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων, οὓς ἀνεῖλεν Ἰησοῦς καὶ υἱοὶ Ἰσραὴλ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν Βααλγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου, καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ· καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ἰσραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν, 8 ἐν τῷ ὄρει, καὶ ἐν τῷ πεδίῳ, καὶ ἐν Ἄραβα, καὶ ἐν Ἀσηδὼθ, καὶ ἐν τῇ ἐρήμῳ, καὶ Ναγέβ· τὸν Χετταῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον.
9 Τὸν βασιλέα Ἱεριχὼ, καὶ τὸν βασιλέα τῆς Γαὶ, ἥ ἐστι πλησίον Βαιθὴλ, 10 βασιλέα Ἱερουσαλὴμ, βασιλέα Χεβρὼν, 11 βασιλέα Ἱεριμοὺθ, βασιλέα Λαχὶς, 12 βασιλέα Αἰλὰμ, βασιλέα Γαζὲρ, 13 βασιλέα Δαβὶρ, βασιλέα Γαδὲρ, 14 βασιλέα Ἑρμὰθ, βασιλέα Ἀδὲρ, 15 βασιλέα Λεβνὰ, βασιλέα Ὀδολλὰμ, 16 βασιλέα Ἠλὰθ, 17 βασιλέα Ταφοὺτ, βασιλέα Ὀφὲρ, 18 βασιλέα Ὀφὲκ τῆς Ἀρὼκ, 19 βασιλέα Ἀσὼμ, 20 βασιλέα Συμοὼν, βασιλέα Μαμβρὼθ, βασιλέα Ἀζὶφ,

Joshua 15:4

4 καὶ ἐκπορεύεται ἐπὶ Σελμωνὰν, καὶ διεκβάλλει ἕως φάραγγος Αἰγύπτου· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ Λιβός.

Joshua 19:1-38

1 Καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεών· καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀναμέσον κλήρων υἱῶν Ἰούδα. 2 Καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεὲ, καὶ Σαμαὰ, καὶ Κωλαδὰμ, 3 καὶ Ἀρσωλὰ, καὶ Βωλὰ, καὶ Ἰασὸν, 4 καὶ Ἐρθουλὰ, καὶ Βουλὰ, καὶ Ἑρμᾶ, 5 καὶ Σικελὰκ, καὶ Βαιθμαχερὲβ, καὶ Σαρσουσὶν, 6 καὶ Βαθαρὼθ, καὶ οἱ ἀγροὶ αὐτῶν· πόλεις δεκατρεῖς, καὶ αἱ κῶμαι αὐτῶν. 7 Ἐρεμμὼν, καὶ Θαλχὰ, καὶ Ἰεθὲρ, καὶ Ἀσάν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν, 8 κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαλὲκ πορευομένων Βαμὲθ κατὰ Λίβα· αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν κατὰ δήμους αὐτῶν. 9 Ἀπὸ τοῦ κλήρου τοῦ Ἰούδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ἰούδα μείζων τῆς αὐτῶν· καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν.
10 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν, Ἐσεδεκγωλὰ ὅρια αὐτῶν, 11 ἡ θάλασσα καὶ Μαγελδὰ, καὶ συνάψει ἐπὶ Βαιθάραβα εἰς τὴν φάραγγα, ἥ ἐστι κατὰ πρόσωπον Ἰεκμάν. 12 Καὶ ἀνέστρεψεν ἀπὸ Σεδδοὺκ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Βαιθσαμὺς ἐπὶ τὰ ὅρια Χασελωθαὶθ, καὶ διελεύσεται ἐπὶ Δαβιρὼθ, καὶ προσαναβήσεται ἐπὶ Φαγγαί. 13 Καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπʼ ἀνατολὰς ἐπὶ Γεβερὲ ἐπὶ πόλιν Κατασέμ, καὶ διελεύσεται ἐπὶ Ῥεμμωναὰ Μαμαθὰραοζά. 14 Καὶ περιελεύσεται ὅρια ἐπὶ βοῤῥᾶν ἐπὶ Ἀμὼθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαὴλ, 15 καὶ Κατανὰθ, καὶ Ναβαὰλ, καὶ Συμοὼν, καὶ Ἱεριχὼ, καὶ Βαιθμάν. 16 Αὕτη ἡ κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλὼν κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
17 Καὶ τῷ Ἰσσάχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος. 18 Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἰαζὴλ, καὶ Χασαλὼθ, καὶ Σουνὰμ, 19 καὶ Ἀγὶν, καὶ Σιωνὰ, καὶ Ῥεηρὼθ, 20 καὶ Ἀναχερὲθ, καὶ Δαβιρὼν, καὶ Κισὼν, καὶ Ῥεβὲς, 21 καὶ Ῥεμμὰς, καὶ Ἰεὼν, καὶ Τομμὰν, καὶ Αἰμαρὲκ, καὶ Βηρσαφής. 22 Καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβὼρ, καὶ ἐπὶ Σαλὶμ κατὰ θάλασσαν, καὶ Βαιθσαμύς· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ἰορδάνης. 23 Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰσσάχαρ κατὰ δήμους αὐτῶν, αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
24 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ἀσὴρ κατὰ δήμους αὐτῶν. 25 Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἐξελεκὲθ, καὶ Ἀλὲφ, καὶ Βαιθὸκ, καὶ Κεὰφ, 26 καὶ Ἐλιμελὲχ, καὶ Ἀμιὴλ, καὶ Μαασά· καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν, καὶ τῷ Σιὼν, καὶ Λαβανάθ. 27 Καὶ ἐπιστρέψει ἀπὸ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενὲθ, καὶ συνάψει τῷ Ζαβουλὼν καὶ Ἐκγαῖ, καὶ Φθαιὴλ κατὰ βοῤῥᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμὲ, καὶ Ἰναὴλ, καὶ διελεύσεται εἰς Χωβαμασομὲλ, 28 καὶ Ἐλβὼν, καὶ Ῥαὰβ, καὶ Ἐμεμαὼν, καὶ Κανθὰν, ἕως Σιδῶνος, τῆς μεγάλης. 29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ῥαμὰ, καὶ ἕως πηγῆς Μασφασσὰτ, καὶ τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ἰασὶφ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα, καὶ Ἀπολὲβ, καὶ Ἐχοζὸβ, 30 καὶ Ἀρχὸβ, καὶ Ἀφὲκ, καὶ Ῥααῦ. 31 Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἀσὴρ κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
32 Καὶ τῷ Νεφθαλὶ ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος. 33 Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολὰμ, καὶ Μωλὰ, καὶ Βεσεμιῒν, καὶ Ἀρμὲ, καὶ Ναβὸκ, καὶ Ἰεφθαμαὶ, ἕως Δωδάμ· καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ Ἰορδάνης. 34 Καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν ἐν Ἀθθαβὼρ, καὶ διελεύσεται ἐκεῖθεν Ἰακανὰ, καὶ συνάψει τῷ Ζαβουλὼν ἀπὸ Νότου, καὶ Ἀσὴρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ Ἰορδάνης ἀπὸ ἀνατολῶν ἡλίου.
35 Καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων, Τυρὸς, καὶ Ὠμαθάδακὲθ, καὶ Κενερὲθ, 36 καὶ Ἀρμαὶθ, καὶ Ἀραὴλ, καὶ Ἀσὼρ, 37 καὶ Κάδες, καὶ Ἀσσαρὶ, καὶ πηγὴ Ἀσὸρ, 38 καὶ Κερωὲ, καὶ Μεγαλααρὶμ, καὶ Βαιθθαμὲ, καὶ Θεσσαμύς.

2 Samuel 8:3

3 Καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ υἱὸν Ῥαὰβ, βασιλέα Σουβὰ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπί τὸν ποταμὸν Εὐφράτην.

2 Samuel 23:5

5 Οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ, διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην· ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος.

1 Kings 4:21

1 Chronicles 5:9

9 Καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ.

2 Chronicles 9:26

26 Καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων, καὶ ἕως ὁρίων Αἰγύπτου.

Nehemiah 9:8

8 καὶ εὗρες τὴν καρδίαν αὐτοῦ πιστὴν ἐνώπιόν σου, καὶ διέθου πρὸς αὐτὸν διαθήκην δοῦναι αὐτῷ τὴν γῆν τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Ἰεβουσαίων, καὶ Γεργεσαίων, καὶ τῷ σπέρματι αὐτοῦ· καὶ ἔστησας τοὺς λόγους σου, ὅτι δίκαιος σύ.

Psalms 105:11

11 λέγων, σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν.

Isaiah 27:12

12 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει ὁ Θεὸς ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων· ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα τοὺς υἱοὺς Ἰσραήλ.

Isaiah 55:3

3 Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακουλουθήσατε ταῖς ὁδοῖς μου· εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά.

Jeremiah 31:31-34

31 Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, 32 οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος. 33 Ὅτι αὕτη ἡ διαθήκη μου, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 34 Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.

Jeremiah 32:40

40 Καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν, πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπʼ ἐμοῦ.

Jeremiah 33:20-26

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.