Ezekiel 36:1 Cross References - Brenton_Greek

1 Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ εἰπὸν τοῖς ὄρεσι τοῦ Ἰσραὴλ, ἀκούσατε λόγον Κυρίου.

Jeremiah 22:29

29 Γῆ γῆ ἀκουε λόγον Κυρίου,

Ezekiel 6:2-3

2 υἱὲ ἀνθρώπου, στήριξον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ προφήτευσον ἐπʼ αὐτὰ, 3 καὶ ἐρεῖς,
Τὰ ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξι καὶ ταῖς νάπαις, ἰδοὺ ἐγὼ ἐπάγων ἐφʼ ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν.

Ezekiel 20:47

47 καὶ ἐρεῖς τῷ δρυμῷ Ναγέβ, ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρὸν, οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα, καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βοῤῥᾶ.

Ezekiel 33:28

28 Καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ἰσραὴλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον.

Ezekiel 34:14

14 ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτοὺς, καὶ ἐν τῷ ὄρει τῷ ὑψηλῷ Ἰσραήλ· καὶ ἔσονται αἱ μάνδραι αὐτῶν ἐκεῖ, κοιμηθήσονται, καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυφῇ ἀγαθῇ, καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ.

Ezekiel 36:4

4 διατοῦτο ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ τοῖς χειμάῤῥοις, καὶ ταῖς φάραγξι, καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις, καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, καὶ ἐγένοντο εἰς προνομὴν, καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ.

Ezekiel 36:8

8 Ὑμῶν δέ ὄρη Ἰσραὴλ τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν.

Ezekiel 37:4

4 Καὶ εἶπε πρὸς μὲ, προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς, τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου.

Ezekiel 37:22

22 καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ, μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.