Ezekiel 1:3 Cross References - Brenton_Greek

3 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεί, τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου.

1 Kings 18:46

46 Καὶ χεὶρ Κυρίου ἐπὶ τὸν Ἠλιοὺ, καὶ συνέσφιξε τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔτρεχεν ἔμπροσθεν Ἀχαὰβ ἕως Ἰεζράελ.

2 Kings 3:15

15 Καὶ νῦν λαβέ μοι ψάλλοντα· καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπʼ αὐτὸν χεὶρ Κυρίου,

Jeremiah 1:2

2 ὡς ἐγενήθη λόγος τοῦ Θεοῦ πρὸς αὐτὸν, ἐν ταῖς ἡμέραις Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Jeremiah 1:4

4 Καὶ ἐγένετο λόγος Κυρίου πρός αὐτόν·

Ezekiel 1:1

1 ΚΑI ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί, καὶ ἴδον ὁράσεις Θεοῦ.

Ezekiel 3:14

14 Καὶ τὸ πνεῦμα ἐξῇρέ με, καὶ ἀνέλαβέ με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπʼ ἐμὲ κραταιά.

Ezekiel 3:22

22 Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου· καὶ εἶπε πρὸς μὲ, ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ.

Ezekiel 8:1

1 Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνός, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου.

Ezekiel 33:22

22 Καὶ χεὶρ Κυρίου ἐγενήθη ἐπʼ ἐμὲ ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν, καὶ ἤνοιξέ μου τὸ στόμα, ἕως ἦλθε πρὸς μὲ τὸ πρωΐ· καὶ ἀνοιχθὲν τὸ στόμα μου, οὐ συνεσχέθη ἔτι.

Ezekiel 37:1

1 Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων,

Ezekiel 40:1

1 Καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πρώτῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου, καὶ ἤγαγέ με

Hosea 1:1

1 ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρεὶ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.

Joel 1:1

1 ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.