Exodus 17:9 Cross References - Brenton_Greek

9 Εἶπε δὲ Μωυσῆς τῷ Ἰησοῖ, ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον· καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου.

Exodus 4:2

2 Εἶπε δὲ αὐτῷ Κύριος, τί τοῦτό ἐστι τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπε· ῥάβδος.

Exodus 4:20

20 Ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια, καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβε δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ Θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ.

Exodus 17:13

13 Καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλὴκ, καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας.

Exodus 24:13

13 Καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ.

Numbers 11:28

28 Καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυὴ, ὁ παρεστηκὼς Μωυσῇ, ὁ ἐκλεκτὸς, εἶπε, κύριε Μωυσῆ, κώλυσον αὐτούς.

Numbers 13:16

16 17 Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν· καὶ ἐπωνόμασε Μωυσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ, Ἰησοῦν.

Numbers 31:3-4

3 Καὶ ἐλάλησε Μωυσῆς πρὸς τὸν λαὸν, λέγων, ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας, καὶ παρατάξασθε ἔναντι Κυρίου ἐπὶ Μαδιὰν, ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ Κυρίου τῇ Μαδιάν. 4 Χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς, ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραὴλ, ἀποστείλατε παρατάξασθαι.

Deuteronomy 32:44

44 Καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ· καὶ εἰσῆλθε Μωυσῆς, καὶ ἐλάλησε πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὦτα τοῦ λαοῦ, αὐτὸς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.