Deuteronomy 5:32 Cross References - Brenton_Greek

32 Καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεὸς σου· οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά,

Deuteronomy 4:1-2

1 Καὶ νῦν Ἰσραὴλ ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε, καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν. 2 Οὐ προσθήσετε πρὸς τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπʼ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.

Deuteronomy 6:3

3 Καὶ ἄκουσον Ἰσραὴλ, καὶ φύλαξον ποιεῖν, ὅπως εὖ σοι ᾖ, καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησε Κύριος ὁ Θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου.

Deuteronomy 6:25

25 Καὶ ἐλεημοσύνη ἔσται ἡμῖν, ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν.

Deuteronomy 8:1

1 Πάσας τὰς ἐντολὰς, ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, φυλάξεσθε ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν, ἣν ὤμοσε Κύριος ὁ Θεὸς ὑμῶν τοῖς πατράσιν ὑμῶν.

Deuteronomy 11:32

32 Καὶ φυλάξεσθε τοῦ ποιεῖν πάντα τὰ προστάγματα αὐτοῦ, καὶ τὰς κρίσεις ταύτας, ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον.

Deuteronomy 12:32

32 Πᾶν ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τοῦτο φυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπʼ αὐτὸ, οὐδὲ ἀφελεῖς ἀπʼ αὐτοῦ.

Deuteronomy 17:20

20 ἵνα μὴ ὑψωθῇ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερὰ, ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ἰσραήλ.

Deuteronomy 24:8

8 10 Πρόσεχε σαυτῷ ἐν τῇ ἁφῇ τῆς λέπρας· φυλάξῃ σφόδρα ποιεῖν κατὰ πάντα τὸν νόμον, ὃν ἂν ἀναγγείλωσιν ὑμῖν οἱ ἱερεῖς οἱ Λευῖται· ὃν τρόπον ἐνετειλάμην ὑμῖν, φυλάξασθε ποιεῖν.

Deuteronomy 28:14

14 Οὐ παραβήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν, ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς.

Joshua 1:7

7 Ἴσχυε οὖν καὶ ἀνδρίζου, φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου· καὶ οὐκ ἐκκλινεῖς ἀπʼ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς.

Joshua 23:6

6 Κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου Μωυσῆ, ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰ ἢ εὐώνυμα,

2 Kings 21:8

8 καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵ τινες φυλάξουσι πάντα ὅσα ἐνετειλάμην, κατὰ πᾶσαν τὴν ἐντολὴν ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου Μωυσῆς.

Psalms 125:5

5 Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν· εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

Proverbs 4:27

27 Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερὰ, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεὸς, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.

Ezekiel 37:24

24 Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουσιν αὐτά.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.