Deuteronomy 28:22 Cross References - Brenton_Greek

22 Πατάξαι σε Κύριος ἐν ἀπορίᾳ, καὶ πυρετῷ, καὶ ῥίγει, καὶ ἐρεθισμῷ, καὶ ἀνεμοφθορίᾳ, καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε ἕως ἂν ἀπολέσωσί σε.

Leviticus 26:16

16 καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν· καὶ ἐπιστήσω ἐφʼ ὑμᾶς τὴν ἀπορίαν, τήν τε ψώραν, καὶ τὸν ἴκτερα σφακελίζοντα τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν· καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμῶν.

1 Kings 8:37

37 Λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῷν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πᾶν πόνον,

2 Chronicles 6:28

28 Λιμὸς ἐὰν γένηται ἐπὶ τῆς γῆς, θάνατος ἐὰν γένηται, ἀνεμοφθορία καὶ ἴκτερος, ἀκρὶς καὶ βροῦχος ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς κατέναντι τῶν πόλεων αὐτῶν, κατὰ πᾶσαν πληγὴν καὶ πάντα πόνον,

Jeremiah 14:12

12 ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν· καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καί ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς.

Amos 4:9

9 Ἐπάταξα ὑμᾶς ἐν πυρώσει, καὶ ἐν ἰκτέρῳ· ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν, καὶ συκεῶνας ὑμῶν· καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη· καὶ οὐδʼ ὧς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.

Haggai 2:17

17 18 Ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ, καὶ ἐν ἀνεμοφθορίᾳ, καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.