Deuteronomy 1:7 Cross References - Brenton_Greek

7 Ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμοῤῥαίων, καὶ πρὸς πάντας τοὺς περιοίκους Ἄραβα, εἰς ὄρος καὶ πεδίον, καὶ πρὸς Λίβα, καὶ παραλίαν γῆν Χαναναίων, καὶ Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου.

Genesis 15:16-21

16 Τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. 17 Ἐπεὶ δὲ ὁ ἥλιος ἐγένετο πρὸς δυσμάς, φλὸξ ἐγένετο· καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρὸς, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων. 18 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Ἅβραμ διαθήκην, λέγων, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου· 19 Τοὺς Κεναίους, καὶ τοὺς Κενεζαίους, καὶ τούς Κεδμωναίους, 20 καὶ τοὺς Χετταίους, καὶ τοὺς Φερεζαίους, καὶ τοὺς Ῥαφαεὶν, 21 καὶ τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Γεργεσαίους, καὶ τοὺς Ἰεβουσαίους.

Exodus 23:31

31 Καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, ἕως τῆς θαλάσσης τῆς Φυλιστιεὶμ· καὶ ἀπὸ τῆς ἐρήμου, ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ, καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ.

Numbers 34:3-12

3 Καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον Ἐδὼμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν. 4 Καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ἀκραβὶν, καὶ παρελεύσεται Ἐννὰκ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Κάδης τοῦ Βαρνή, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀρὰδ, καὶ παρελεύσεται Ἀσεμωνᾶ. 5 Καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμωνᾶ χειμάῤῥουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα. 6 Καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.
7 Καὶ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια πρὸς βοῤῥᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος. 8 Καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς, εἰσπορευομένων εἰς Ἐμὰθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδάκ. 9 Καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνὰ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἀρσεναΐν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βοῤῥᾶ. 10 Καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ἀρσεναῒν Σεπφαμάρ. 11 Καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμὰρ Βηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν. 12 Καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή· αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.

Deuteronomy 11:11

11 Ἡ δὲ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτὴν, γῆ ὀρεινὴ καὶ πεδεινὴ· ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ.

Deuteronomy 11:24

24 Πάντα τὸν τόπον οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν, ὑμῖν ἔσται· ἀπὸ τῆς ἐρήμου καὶ Ἀντιλιβάνου, καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου.

Joshua 1:4

4 Tὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης· ἀφʼ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν.

Joshua 10:40

40 Καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς, καὶ τὴν Ναγὲβ, καὶ τὴν πεδινὴν, καὶ τὴν Ἀσηδὼθ, καὶ τοὺς βασιλεῖς αὐτῆς· οὐ κατέλιπον αὐτῶν σεσωσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλόθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ Θεός Ἰσραὴλ,

Joshua 11:16-17

16 Καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν, καὶ πᾶσαν τὴν γῆν Ναγὲβ, καὶ πᾶσαν τὴν γῆν Γοσὸμ, καὶ τὴν πεδινὴν, καὶ τὴν πρὸς δυσμαῖς, καὶ τὸ ὄρος Ἰσραὴλ, καὶ τὰ ταπεινὰ τὰ πρὸς τῷ ὄρει 17 ἀπὸ ὄρους Χελχὰ, καὶ ὃ προσαναβαίνει εἰς Σηεὶρ, καὶ ἕως Βααλγὰδ, καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Ἀερμὼν· καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβε, καὶ ἀνεῖλε, καὶ ἀπέκτεινε.

Joshua 24:15

15 Εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν, τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Ἀμοῤῥαίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστι.

2 Samuel 8:3

3 Καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ υἱὸν Ῥαὰβ, βασιλέα Σουβὰ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπί τὸν ποταμὸν Εὐφράτην.

1 Chronicles 5:9

9 Καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ.

1 Chronicles 18:3

3 Καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ βασιλέα Σουβὰ Ἡμὰθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην·

Amos 2:9

9 Ἐγὼ δὲ ἐξῇρα τὸν Ἀμοῤῥαῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν, καθὼς ὕψος κέδρου, τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν, καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.