Deuteronomy 15:2 Cross References - Brenton_Greek

2 Καὶ οὕτω τὸ πρόσταγμα τῆς ἀφέσεως· ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις· ἐπικέκληται γὰρ ἄφεσις Κυρίῳ τῷ Θεῷ σου.

Nehemiah 5:7-11

7 Καὶ ἐβουλεύσατο καρδία μου ἐπʼ ἐμέ· καὶ ἐμαχεσάμην πρὸς τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας, καὶ εἶπα αὐτοῖς, ἀπαιτήσει ἀνὴρ τὸν ἀδελφὸν αὐτοῦ ἃ ὑμεῖς ἀπαιτεῖτε; καὶ ἔδωκα ἐπʼ αὐτοὺς ἐκκλησίαν μεγάλην, 8 καὶ εἶπα αὐτοῖς, ἡμεῖς κεκτήμεθα τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Ἰουδαίους τοὺς πωλουμένους τοῖς ἔθνεσιν ἐν ἑκουσίῳ ἡμῶν· καὶ ὑμεῖς πωλεῖτε τοὺς ἀδελφοὺς ὑμῶν, καὶ παραδοθήσονται ἡμῖν; καὶ ἡσύχασαν, καὶ οὐχ εὕροσαν λόγον. 9 Καὶ εἶπα, οὐκ ἀγαθὸς ὁ λόγος ὃν ὑμεῖς ποιεῖτε· οὐχ οὕτως ἐν φόβῳ Θεοῦ ἡμῶν ἀπελεύσεσθε ἀπὸ ὀνειδισμοῦ τῶν ἐθνῶν τῶν ἐχθρῶν ἡμῶν. 10 Καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν ἑαυτοῖς ἀργύριον καὶ σῖτον· ἐγκατελίπομεν δὴ τὴν ἀπαίτησιν ταύτην. 11 Ἐπιστρέψατε δὴ αὐτοῖς ὡς σήμερον ἀγροὺς αὐτῶν καὶ ἀμπελῶνας αὐτῶν καὶ ἐλαιῶνας αὐτῶν καὶ οἰκίας αὐτῶν, καὶ ἀπὸ τοῦ ἀργυρίου τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον ἐξενέγκατε ἑαυτοῖς.

Isaiah 58:3

3 λέγοντες, τί ὅτι ἐνησταύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως;
Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε.

Amos 8:4-6

4 Ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τοπρωῒ πένητα, καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, 5 λέγοντες, πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπολεμήσομεν, καὶ τὰ σάββατα, καὶ ἀνοίξομεν θησαυρὸν τοῦ ποιῆσαι μέτρον μικρὸν, καὶ τοῦ μεγαλῦναι στάθμιον, καὶ ποιῆσαι ζυγὸν ἄδικον, 6 τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ καὶ πτωχοὺς, καὶ πένητα ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γεννήματος ἐμπορευσόμεθα.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.