Daniel 5:20 Cross References - Brenton_Greek

20 Καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας, καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπʼ αὐτοῦ,

Exodus 9:17

17 Ἔτι οὖν σὺ ἐμποιῇ τοῦ λαοῦ μου, τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς;

Exodus 18:11

11 Νῦν ἔγνων ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεοὺς ἕνεκεν τούτου, ὅτι ἐπέθεντο αὐτοῖς.

1 Samuel 6:6

6 Καὶ ἱνατί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὴν καρδίαν αὐτῶν; οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλαν αὐτοὺς καὶ ἀπῆλθον;

2 Kings 17:14

14 Καὶ οὐκ ἤκουσαν, καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν.

2 Chronicles 36:13

13 ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονόσορ ἀθετῆσαι, ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ Θεοῦ, καὶ ἐσκλήρυνε τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσε, τοῦ μὴ ἐπιστρέψαι πρὸς Κύριον Θεὸν Ἰσραήλ.

Job 15:25-27

25 Ὅτι ἦρκε χεῖρας ἐναντίον τοῦ Κυρίου, ἔναντι δὲ Κυρίου παντοκράτορος ἐτραχηλίασεν. 26 Ἔδραμε δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ. 27 Ὅτι ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ, καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρίων.

Job 40:11-12

11 Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πάντα δὲ ὑβριστὴν ταπείνωσον. 12 Ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχῥῆμα.

Proverbs 16:5

5 Ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται·

Proverbs 16:18

18 Πρὸ συντριβῆς ἡγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη.

Isaiah 14:12-17

12 Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. 13 Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς Βοῤῥᾶν, 14 ἀναβήσομαι ἐπάνω τῶν νεφῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. 15 Νῦν δὲ εἰς ᾅδην καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. 16 Οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ, καὶ ἐροῦσιν, οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς, 17 ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις αὐτοῦ καθεῖλε, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσε.

Isaiah 47:1

1 Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν παρθένος θυγάτηρ Βαβυλῶνος, κάθισον εἰς τὴω γῆν θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά.

Jeremiah 13:18

18 Εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι, ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.

Jeremiah 19:15

15 τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην, καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς, καὶ ἐπὶ τὰς κώμας αὐτῆς, ἅπαντα τὰ κακὰ ἃ ἐλάλησα ἐπʼ αὐτὴν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, τοῦ μὴ εἰσακούειν τῶν ἐντολῶν μου.

Jeremiah 48:18

18 Κατάβηθι ἀπὸ δόξης, καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη· Δαιβών ἐκτριβήσεται, ὅτι ὤλετο Μωὰβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου.

Ezekiel 30:6

6 Καὶ πεσοῦνται τά ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης, μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος.

Daniel 4:30-33

30 27 ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπεν, οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας, ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου;
31 28 Ἔτι τοῦ λόγου ἐν τῷ στόματι τοῦ βασιλέως ὄντος, φωνὴ ἀπʼ οὐρανοῦ ἐγένετο, σοὶ λέγουσι Ναβουχοδονόσορ βασιλεῦ, ἡ βασιλεία παρῆλθεν ἀπὸ σοῦ, 32 29 καὶ ἀπὸ τῶν ἀνθρώπων σέ ἐκδιώξουσι, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σὲ, ἕως γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ, δώσει αὐτήν.
33 30 Αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ χόρτον ὡς βοῦς ἤσθιε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν, καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων.

Daniel 4:37

37 34 Νῦν οὖν ἐγὼ Ναβουχοδονόσορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ, καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.