2 Samuel 8:15 Cross References - Brenton_Greek

15 Καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραήλ· καὶ ἦν Δαυὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ.

2 Samuel 3:12

12 Καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχῥῆμα, λέγων, διάθου διαθήκην σου μετʼ ἐμοῦ, καὶ ἰδοὺ ἡ χεὶρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ.

2 Samuel 5:5

5 Ἑπτὰ ἔτη καὶ μῆνας ἓξ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδαν, καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἱερουσαλήμ.

2 Samuel 23:3-4

3 Λέγει ὁ Θεὸς Ἰσραὴλ, ἐμοὶ ἐλάλησε φύλαξ ἐξ Ἰσραὴλ παραβολήν· εἶπὸν ἐν ἀνθρώπῳ, πῶς κραταιώσητε φόβον χριστοῦ; 4 Καὶ ἐν φωτὶ Θεοῦ πρωΐας, ἀνατείλαι ἥλιος τοπρωῒ, οὗ Κύριος παρῆλθεν ἐκ φέγγους, καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς.

1 Chronicles 18:14

14 Καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραὴλ, καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ.

Psalms 45:6-7

6 Ὁ θρόνος σου, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. 7 Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Psalms 72:2

2 κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.

Psalms 75:2

2 Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ.

Psalms 78:71-72

71 Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτὸν, ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ, καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ. 72 Καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ, καὶ ἐν τῇ συνέσει τῶν χειρῶν αὐτοῦ, ὡδήγησεν αὐτούς.

Psalms 89:14

14 Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.

Psalms 101:1-8

1 Ψαλμὸς τῷ Δαυίδ.
Ἔλεοσ καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· 2 Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρὸς μέ; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. 3 Οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα· οὐκ ἐκολλήθη μοι καρδία σκαμβή, 4 ἐκκλίνοντος ἀπʼ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. 5 Τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. 6 Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετʼ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. 7 Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. 8 Εἰς τὰς πρωίας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

Isaiah 9:7

7 Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

Jeremiah 22:15-16

15 Μὴ βασιλεύσῃς, ὅτι σὺ παροξύνῃ ἐν Ἄχαζ τῷ πατρί σου; οὐ φάγονται, καὶ οὐ πίονται· βέλτιον σὲ ποιεῖν κρίμα καὶ δικαιοσύνην. 16 Οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ, οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστι τὸ μὴ γνῶναί σε ἐμὲ, λέγει Κύριος.

Jeremiah 23:5-6

5 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. 6 Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις.

Amos 5:15

15 μεμισήκαμεν τὰ πονηρὰ, καὶ ἠγαπήσαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.

Amos 5:24

24 Καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα, καὶ δικαιοσύνη ὡς χειμάῤῥους ἄβατος.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.