2 Samuel 24:18 Cross References - Brenton_Greek

18 Καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ, ἀνάβηθι, καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ὀρνὰ τοῦ Ἰεβουσαίου.

2 Samuel 24:11

11 Καὶ ἀνέστη Δαυὶδ τοπρωΐ· καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα, λέγων,

1 Chronicles 21:18-30

18 Καὶ ἄγγελος Κυρίου εἶπε τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυὶδ, ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον Κυρίῳ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου. 19 Καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γὰδ, ὃν ἐλάλησεν ἐν ὀνόματι Κυρίου. 20 Καὶ ἐπέστρεψεν Ὀρνὰ, καὶ εἶδε τὸν βασιλέα, καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετʼ αὐτοῦ μεθ’ ἁχαβίν· καὶ Ὀρνὰ ἦν ἁλοῶν πυρούς. 21 Καὶ ἦλθε Δαυὶδ πρὸς Ὀρνὰ, καὶ Ὀρνὰ ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησε τῷ Δαυὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν. 22 Καὶ εἶπε Δαυὶδ πρὸς Ὀρνὰ, δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπʼ αὐτῷ θυσιαστήριον τῷ Κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτὸν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. 23 Καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυὶδ, λάβε σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον ἑαυτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν, καὶ τὸ ἄροτρον εἰς ξύλα, καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα. 24 Καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ τῷ Ὀρνὰ, οὐχὶ, ὅτι ἀγοράζων ἀγοράσω ἐν ἀργυρίῳ ἀξίῳ, ὅτι οὐ μὴ λάβω ἅ ἐστί σοι Κυρίῳ, τοῦ ἀνανέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ. 25 Καὶ ἔδωκε Δαυὶδ τῷ Ὀρνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους. 26 Καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησε πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως, καὶ κατηνάλωσε τὴν ὁλοκαύτωσιν. 27 Καὶ εἶπε Κύριος πρὸς τὸν ἄγγελον· καὶ κατέθηκε τὴν ῥομφαίαν εἰς τὸν κολεὸν αὐτῆς.
28 Ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυὶδ ὅτι ἐπήκουσεν αὐτῷ Κύριος ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ. 29 Καὶ σκηνὴ Κυρίου ἣν ἐποίησε Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὰ ἐν Γαβαών. 30 Καὶ οὐκ ἐδύνατο Δαυὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν Θεὸν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς ῥομφαίας ἀγγέλου Κυρίου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.