2 Kings 9:14 Cross References - Brenton_Greek

14 Καὶ συνεστράφη Ἰοὺ υἱὸς Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ πρὸς Ἰωράμ· καὶ Ἰωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ῥεμμὼθ Γαλαὰδ, καὶ πᾶς Ἰσραὴλ ἀπὸ προσώπου Ἀζαὴλ βασιλέως Συρίας.

1 Kings 15:27

27 Καὶ περιεκάθισεν αὐτὸν Βαασὰ υἱὸς Ἀχιὰ ἐπὶ τὸν οἶκον Βελαὰν υἱοῦ Ἀχιὰ καὶ ἐχάραξεν αὐτὸν ἐν Γαβαθὼν τῇ τῶν ἀλλοφύλων· καὶ Ναβὰτ καὶ πᾶς Ἰσραὴλ περιεκάθητο ἐπὶ Γαβαθών.

1 Kings 16:7

7 Καὶ ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἱεροβοὰμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.

1 Kings 16:9

9 Καὶ συνέστρεψεν ἐπʼ αὐτὸν Ζαμβρὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσὰ πίνων μεθύων ἐν τῷ οἴκῳ Ὡσὰ τοῦ οἰκονόμου ἐν Θερσά.

1 Kings 16:16

16 Καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ, λεγόντων, συνεστράφη Ζαμβρὶ καὶ ἔπαισε τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ἰσραὴλ τὸν Ἀμβρὶ τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ.

1 Kings 22:3

3 Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ, εἰ οἴδατε ὅτι ἡμῖν Ῥεμμὰθ Γαλαὰδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας;

2 Kings 8:12-15

12 Καὶ εἶπεν Ἀζαὴλ, τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν, ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ, καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναῤῥήξεις. 13 Καὶ εἶπεν Ἀζαὴλ, τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεθνηκὼς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιὲ, ἔδειξέ μοι Κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν. 14 Καὶ ἀπῆλθεν ἀπὸ Ἑλισαιὲ, καὶ εἰσῆλθε πρὸς τὸν κύριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τί εἶπέ σοι Ἑλισαιέ; καὶ εἶπεν, εἶπέ μοι, ζωῇ ζήσῃ. 15 Καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ ἔλαβε τὸ μαχβὰρ καὶ ἔβαψεν ἐν τῷ ὕδατι, καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἐβασίλευσεν Ἀζαὴλ ἀντʼ αὐτοῦ.

2 Kings 8:28

28 Καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον μετὰ Ἀζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ῥεμμὼθ Γαλαὰδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ἰωράμ.

2 Kings 9:31

31 Καὶ Ἰοὺ εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπεν, ἡ εἰρήνη Ζαμβρὶ ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ;

2 Kings 10:9

9 Καὶ ἐγένετο πρωΐ· καὶ ἐξῆλθε καὶ ἔστη, καὶ εἶπε πρὸς πάντα τὸν λαὸν, δίκαιοι ὑμεῖς· ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου, καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξε πάντας τούτους;

2 Kings 15:30

30 Καὶ συνέστρεψε σύστρεμμα Ὡσηὲ υἱὸς Ἠλὰ ἐπὶ Φακεὲ υἱὸν Ῥομελίου, καὶ ἐπάταξεν αὐτὸν, καὶ ἐθανάτωσε, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ, ἐν ἔτει εἰκοστῷ Ἰωάθαμ υἱοῦ Ἀζαρίου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.