2 Kings 24:4 Cross References - Brenton_Greek

4 Καί γε τὸ αἷμα ἀθῷον ἐξέχεε, καὶ ἔπλησε τὴν Ἱερουσαλὴμ αἵματος ἀθῴου, καὶ οὐκ ἠθέλησε Κύριος ἱλασθῆναι.

Numbers 35:33

33 Καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς κατοικεῖτε· τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν γῆν, καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπʼ αὐτῆς, ἀλλʼ ἐπὶ τοῦ αἵματος τοῦ ἐκχέοντος.

Deuteronomy 19:10

10 Καὶ οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος.

2 Kings 21:16

16 Καί γε αἷμα ἀθῷον ἐξέχεε Μανασσῆς πολὺ σφόδρα ἕως οὗ ἔπλησε τὴν Ἱερουσαλὴμ στόμα εἰς στόμα, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐξήμαρτε τὸν Ἰούδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου.

Psalms 106:38

38 καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι,

Jeremiah 2:34

34 καὶ ἐν ταῖς χερσί σου εὑρέθησαν αἵματα ψυχῶν ἀθώων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς, ἀλλʼ ἐπὶ πάσῃ δρυΐ.

Jeremiah 15:1-2

1 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν. 2 Καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σὲ, ποῦ ἐξελευσόμεθα; καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καί ὅσοι εἰς λιμὸν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν.

Jeremiah 19:4

4 Ἀνθʼ ὧν ἐγκατέλιπόν με, καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον, καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῖς ἀλλοτρίοις, οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν· καὶ οἱ βασιλεῖς Ἰούδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθῴων,

Lamentations 3:42

42 Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.

Ezekiel 33:25

25 Passage supplied from the Alexandrine text.{διά τούτο είπον αυτοίς τάδε λέγει κύριος κύριος επί αίματος τρώγετε και τους οφθαλμούς υμών αίρετε εις τα βδελύγματα υμών και αίμα εκχέετε και την γην κληρονομήσετε

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.