2 Kings 21:8 Cross References - Brenton_Greek

8 καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵ τινες φυλάξουσι πάντα ὅσα ἐνετειλάμην, κατὰ πᾶσαν τὴν ἐντολὴν ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου Μωυσῆς.

Leviticus 26:3-13

3 Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιήσητε αὐτὰς, 4 καὶ δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν· 5 Καὶ καταλήψεται ὑμῖν ὁ ἁλοητὸς τὸν τρυγητὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον· καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν· καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν· 6 Καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν· καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν. 7 Καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμῶν, καὶ πεσοῦνται ἐναντίον ὑμῶν φόνῳ. 8 Καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατὸν, καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας· καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ. 9 Καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθʼ ὑμῶν. 10 Καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. 11 Καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, 12 καὶ ἐμπεριπατήσω ἐν ὑμῖν· καὶ ἔσομαι ὑμῶν Θεὸς, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. 13 Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὄντων ὑμῶν δούλων· καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν, καὶ ἤγαγον ὑμᾶς μετὰ παῤῥησίας.

Deuteronomy 5:28-29

28 Καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρὸς μέ· καὶ εἶπε Κύριος πρὸς μὲ, ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου ὅσα ἐλάλησαν πρὸς σέ· ὀρθῶς πάντα ὅσα ἐλάλησαν. 29 Τίς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς, καὶ τοῖς υἱοῖς αὐτῶν διʼ αἰῶνος;

Deuteronomy 28:1-14

1 Καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω ἐπὶ πάντα τὰ ἔθνη τῆς γῆς, 2 καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται, καὶ εὑρήσουσί σε· ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, 3 εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ. 4 Εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, καὶ τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου. 5 Εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου. 6 Εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
7 Παραδῷ Κύριος ὁ Θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου. 8 Ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου, καὶ ἐπὶ πάντα οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. 9 Ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου· ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ πορευθῇς ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, 10 καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι τὸ ὄνομα Κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε. 11 Καὶ πληθυνεῖ σε Κύριος ὁ Θεός σου εἰς ἀγαθὰ ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου, καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου, καὶ ἐπὶ τοῖς γεννήμασι τῆς γῆς σου, ἐπὶ τῆς γῆς σου ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι.
12 Ἀνοίξαι σοι Κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανὸν, δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ· εὐλογήσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου· καὶ δανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειῇ· καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι. 13 Καταστήσαι σε Κύριος ὁ Θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐρὰν, καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν. 14 Οὐ παραβήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν, ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς.

Joshua 23:11-13

11 Καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾶν Κύριον τὸν Θεὸν ἡμῶν. 12 Ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσι τούτοις τοῖς μεθʼ ὑμῶν, καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς, καὶ συγκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν, 13 γινώσκετε ὅτι οὐ μὴ προσθῇ Κύριος τοῦ ἐξολοθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσονται ὑμῖν εἰς παγίδας, καὶ εἰς σκάνδαλα, καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν, καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἣν ἔδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν.

2 Samuel 7:10

10 Καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ κατασκηνώσει καθʼ ἑαυτὸν, καὶ οὐ μεριμνήσει οὐκέτι· καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν, καθὼς ἀπʼ ἀρχῆς,

2 Kings 18:11-12

11 Καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμῷ Γωζὰν καὶ ὄρη Μήδων· 12 ἀνθʼ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου Θεοῦ αὐτῶν, καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν.

1 Chronicles 17:9

9 Καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ κατασκηνώσει καθʼ ἑαυτὸν, καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀρχῆς,

2 Chronicles 33:8

8 Καὶ οὐ προσθήσω σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα ἃ ἐνετειλάμην αὐτοῖς κατὰ πάντα τὸν νόμον καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωυσῆ.

Psalms 37:3

3 Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς.

Psalms 81:11-16

11 Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. 12 Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
13 Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, 14 ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου. 15 Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα, 16 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.

Isaiah 1:19

19 Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.

Jeremiah 7:3-7

3 Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, διορθώσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ. 4 Μὴ πεποίθατε ἐφʼ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν.
5 Ὅτι ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀναμέσον ἀνδρὸς, καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ, 6 καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε, καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ, καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμῖν, 7 καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ ἐν γῇ ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος.

Jeremiah 7:23

23 Ἀλλʼ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς, λέγων, ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς Θεὸν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαὸν, καὶ πορεύεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν.

Jeremiah 17:20-27

20 καὶ ἐρεῖς αὐτοῖς, ἀκούσατε τὸν λόγον Κυρίου βασιλεῖς Ἰούδα, καὶ πᾶσα Ἰουδαία, καὶ πᾶσα Ἱερουσαλὴμ, οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις· 21 τάδε λέγει Κύριος, φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἱερουσαλὴμ, 22 καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων, καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. Καὶ οὐκ ἤκουσαν, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν, 23 καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν, τοῦ μὴ ἀκοῦσαί μου, καὶ τοῦ μὴ δέξασθαι παιδείαν.
24 Καὶ ἔσται, ἐὰν εἰσακούσητέ μου, λέγει Κύριος, τοῦ μὴ εἰσφέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων, τοῦ μὴ ποιεῖν πᾶν ἔργον, 25 καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυὶδ, καὶ ἐπιβεβηκότες ἐφʼ ἅρμασι καὶ ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰῶνα. 26 Καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ἰούδα, καὶ κυκλόθεν Ἱερουσαλὴμ, καὶ ἐκ γῆς Βενιαμὶν, καὶ ἐκ γῆς πεδινῆς, καὶ ἐκ τοῦ ὄρους, καὶ ἐκ τῆς πρὸς Νότον, φέροντες ὁλοκαυτώματα καὶ θυσίας καὶ θυμιάματα καὶ μαναὰ καὶ λίβανον, φέροντες αἴνεσιν εἰς οἶκον Κυρίου.
27 Καὶ ἔσται ἐὰν μὴ ἀκούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων, τοῦ μὴ αἴρειν βαστάγματα, καὶ μὴ εἰσπορεύεσθαι ταῖς πύλαις Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς, καὶ καταφάγεται ἄμφοδα Ἱερουσαλὴμ, καὶ οὐ σβεσθήσεται.

Ezekiel 22:2-16

2 καὶ σὺ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς, 3 καὶ ἐρεῖς, τάδε λέγει Κύριος Κύριος, ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλθεῖν καιρὸν αὐτῆς, καὶ ποιοῦσα ἐνθυμήματα καθʼ̓ ἑαυτῆς, τοῦ μιαίνειν αὐτὴν, 4 ἐν τοῖς αἵμασιν αὐτῶν οἷς ἐξέχεας, παραπέπτωκας, καὶ ἐν τοῖς ἐνθυμήμασί σου οἷς ἐποίεις, ἐμιαίνου· καὶ ἤγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου· διατοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις 5 ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί ἀκάθαρτος ἡ ὀνομαστὴ, καὶ πολλὴ ἐν ταῖς ἀνομίαις.
6 Ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραὴλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα· 7 Πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοί, καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον. 8 Καὶ τὰ ἅγιά μου ἐξουθένουν, καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί. 9 Ἄνδρες λῃσταὶ ἦσαν ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου. 10 Αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ, καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί. 11 Ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί.
12 Δῶρα ἐλαμβάνοσαν ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοὶ, καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει Κύριος.
13 Ἐὰν δὲ πατάξω χεῖρά μου ἐφʼ οἷς συντετέλεσαι, οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενημένοις ἐν μέσῳ σου, 14 εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα, καὶ ποιήσω. 15 Καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ. 16 Καὶ κατακληρονομήσω ἐν σοὶ κατʼ ὀφθαλμοὺς τῶν ἐθνῶν, καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.

Ezekiel 33:25-29

25 Passage supplied from the Alexandrine text.{διά τούτο είπον αυτοίς τάδε λέγει κύριος κύριος επί αίματος τρώγετε και τους οφθαλμούς υμών αίρετε εις τα βδελύγματα υμών και αίμα εκχέετε και την γην κληρονομήσετε 26 και έστητε εν ταις ρομφαίαις υμών εποιήσατε προσόχθισμα και έκαστος την γυναίκα του πλησίον αυτού εμολύνατε και την γην κληρονομήσετε} 27 Διατοῦτο εἰπὸν αὐτοῖς, τάδε λέγει Κύριος Κύριος, ζῶ ἐγὼ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ. 28 Καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ἰσραὴλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον. 29 Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν ἃ ἐποίησαν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.