2 Chronicles 3:3 Cross References - Brenton_Greek

3 Καὶ ταῦτα ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ· μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα, καὶ εὗρος πήχεων εἴκοσι.

1 Kings 6:2-3

2 Καὶ ὁ οἶκος ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς τῷ Κυρίῳ, τεσσαράκοντα ἐν πήχει μῆκος αὐτοῦ, καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτοῦ, καὶ πέντε καὶ εἴκοσι ἐν πήχει τὸ ὕψος αὐτοῦ· 3 Καὶ τὸ αἰλὰμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσι ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου, κατὰ πρόσωπον τοῦ οἴκου, καὶ ᾠκοδόμησε τὸν οἶκον, καὶ συνετέλεσεν αὐτόν.

1 Chronicles 28:11-19

11 Καὶ ἔδωκε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ, καὶ τῶν ζακχῶν αὐτοῦ, καὶ τῶν ὑπερῴων, καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων, καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ, 12 καὶ τὸ παράδειγμα, ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ, τῶν αὐλῶν οἴκου Κυρίου, καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων, καὶ τῶν καταλυμάτων, 13 καὶ τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου Κυρίου. 14 Καὶ τὸν σταθμὸν τῆς ὁλκῆς αὐτῶν τῶν τε χρυσῶν καὶ ἀργυρῶν 15 λυχνιῶν τὴν ὁλκὴν ἔδωκεν αὐτῷ, καὶ τῶν λύχνων. 16 Ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως, ἑκάστης τραπέζης χρυσῆς, καὶ ὡσαύτως τῶν ἀργυρῶν, 17 καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν· καὶ τὸν σταθμὸν τῶν χρυσῶν καὶ ἀργυρῶν, καὶ θυΐσκων κεφουρὲ ἑκάστου σταθμοῦ. 18 Καὶ τὸν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ, καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν Χερουβὶμ τῶν διαπεπετασμένων ταῖς πτέρυξι καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης Κυρίου· 19 πάντα ἐν γραφῇ χειρὸς Κυρίου ἔδωκε Δαυὶδ Σαλωμὼν, κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.