2 Chronicles 34:29 Cross References - Brenton_Greek

29 καὶ ἀπέστειλεν ὁ βασιλεὺς, καὶ συνήγαγε τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἱερουσαλήμ.

1 Samuel 12:23

23 Καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ Κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν· καὶ δουλεύσω τῷ Κυρίῳ, καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν·

2 Kings 23:1-3

1 Καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ῥῆμα· καὶ ἀπέστειλεν ὁ βασιλεὺς, καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἱερουσαλήμ. 2 Καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς ἀνὴρ Ἰούδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ μετʼ αὐτοῦ, καὶ οἱ ἱερεῖς, καὶ οἱ προφῆται, καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου. 3 Καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον, καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου, τοῦ πορεύεσθαι ὀπίσω Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ, τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ.

1 Chronicles 29:2-9

2 Κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον Θεοῦ μου χρυσίον, ἀργύριον, χαλκὸν, σίδηρον, ξύλα, λίθους σοὰμ, καὶ πληρώσεως λίθους πολυτελεῖς καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ Πάριον πολύν. 3 Καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ Θεοῦ μου, ἔστι μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον Θεοῦ μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων, 4 τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφὶρ, καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου, ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ, 5 εἰς τὸ χρυσίον τῷ χρυσίῳ, καὶ εἰς τὸ ἀργύριον τῷ ἀργυρίῳ, καὶ εἰς πᾶν ἔργον διὰ χειρὸς τῶν τεχνιτῶν· καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ;
6 Καὶ προεθυμήθησαν ἄρχοντες πατριῶν, καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ἰσραὴλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων, καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως. 7 Καὶ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια, καὶ χρυσοῦς μυρίους, καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας, καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια, καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν. 8 Καὶ οἷς εὑρέθη παρʼ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου διὰ χειρὸς Ἰεϊὴλ τοῦ Γεδσωνί. 9 Καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ Κυρίῳ· καὶ Δαυὶδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.

2 Chronicles 30:2

2 Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ ἐκκλησία ἐν Ἱερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ μηνὶ τῷ δευτέρῳ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.